no image
DDbDP-text
Getreidedarlehen via HGV-meta
Loan of wheat from Diogenes to Zotichos at Tholthis. A Ptolemaic double contract recording a loan of wheat from Diogenes son of Zenobios to Zotichos son of Eupolis, an Athenian of the epigone, to be repaid in the following year at Tholthis, with a penalty of 10 drachmas per artaba for default. It was drawn up at Tholthis in the Oxyrhynchite nome in year 8 of Ptolemy IV. machine translation
Linked by Trismegistos ID
TM 2687.
Each record below describes this same artifact or text from a different angle.
[int]
[FrA]
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως
Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζηνοβίου […]τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας[…]
ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι
χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ
μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν
πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.
[ext]
[FrA+B]
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους
Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν
Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζνηοβίου[…]
τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας[…]ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν
μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι
χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω
Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα
καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ
συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.