no image
DDbDP-text
Fragment eines Gesetzes via HGV-meta
Linked by Trismegistos ID
TM 2698.
Each record below describes this same artifact or text from a different angle.
ουτεστ συγγραφῆς· οἱ δὲ δανείζοντες καὶ οἱ δανειζόμενοι ἔστωσαν γρα φόμενοι εἰς τὴν συγγραφήν· οἱ μὲν ἐν τῶι στρατι ωτικῶι τεταγμένοι ἀπογραφέσθωσαν τάς τε πατρίδας ἑαυτῶν καὶ ἐξ ὧν ἄν ταγμάτων ὦσι καὶ ἃς ἂν ἔχωσιν ἐπιφοράς· οἱ δὲ πολῖται τούς τε πατέρας καὶ τοὺς δήμους· ἐὰν δὲ καὶ ἐν τῶι στρα τιωτικῶι ὦσι καὶ τὰ τάγματα καὶ τὰς ἐπιφοράς· οἱ δὲ ἄλλοι τούς τε πατέρας καὶ τὰς πατρίδας καὶ ἐν ὧι ἂν γένει ὦσιν· σφραγιζέσθωσαν δὲ οἵ τε δανείζοντες καὶ οἱ δανειζό μενοι καὶ οἱ ἔνγυοι καὶ οἱ μάρτυρες τὴν συγγραφήν· εἷς τῶν ἐπι μαρτύρων αν φυλασσέτω ἐὰν δʼ ἐπάναγκες δανείζῃ τις μετα σφραγι ζέτω κατὰ τὰ γεγραμμένα τὴν συγγραφήν σφραγιζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.