Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.14.2376dupl

Mitteilung eines vollzogenen Zuschlags via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 3996. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Βασιλευόντων Κλεοπάτρας Θεᾶς Νεωτέρας Φιλοπάτορος καὶ Φιλοπάτριδος καὶ Πτολεμαίου τοῦ καὶ Καῖσαρ Θεοῦ Φιλοπάτορος καὶ Φιλομήτορος ἔτους ιζ τοῦ καὶ β ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείᾳ Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομέν ων ἐν Ἀλεξανδρείᾳ μηνὸς Ἀρτεμισίου Φαμενὼθ ἐν Ἡρακλέους πόλει τῇ ὑπερ Μέμφιν· προσέβαλεν Μουσαῖος πράκτωρ ξενικῶν καὶ νομοφύλαξ τοῦ δηλουμένου νομοῦ Πτολεμαίωι Ἡρωίδου ἀφʼ ὁ͂υ μετήνεγκεν ἐκ τοῦ κριτηρίου καταδίκηςτῆς δίκης χρηματισμοῦ οὗ χρόνος τὸ διεληλυθὸς ιϛ τὸ καὶ α ἔτος Θωὺθ ι πρὸς ἣν συνεστήσατο ἔνκλησιν ἐπὶ τῶν ἐπὶ τῶν τόπων χρηματισάντων χρηματιστῶν καὶ Δωροθέου εἰσαγωγέως κατὰ Ἡρακλείδου τοῦ καὶ Ἁρθώτου τοῦ Ἡφαιστίωνος περὶ πράξεως ἀργυρίου δραχμαὶ Γπ καὶ βλαβῶνβλαβεῶν καὶ δαπανημάτων χαλκοῦ τάλαντων ε τὸ κατὰ τὸ παρὸν παραδειχθὲν ὑπʼ αὐτοῦ εἰς ἐνεχυρασίαν ἔνγαιον τοῦ κλείδου τοῦ καὶ Λόχου, μενούσης αὐτῶι τῆς τοῦ ἐνλείποντος κεφαλαίου πραξέως ἔκ τε αὐτοῦ καὶ ἐξ ὧν ἐὰν ἄλλων εὑρίσκῃ αὐτῶι ὑπαρχόντων, οὐ μόνον δὲ τῶν εἰς τὴν ἐνεχυρασίαν καὶ προσβολὴν ὡρισμένων ἡμερῶν διεληλυθότων ἀλλὰ καὶ ἐπὶ τῶν ἐπιγεγονότων, μηδενὸς δὲ ἐν τῶι ἀνὰ μέσον μήτε πρὸς ἐξωμοσίαν ἢ ἀφαίρεσιν τοῦ ἠνεχυρασμένου κατηντηκότος ἀπὸ δὲ τῶν γραφέντων ὑφʼ ἡμῶν τῶι βασιλικῶι γραμματεῖ ἀντιπεφωνηκότος ὡς καθήκει· ἐπικηρυσσομένου τοῦ ἐνγαίου ἀγορᾶς πληθυούσης διὰ κήρυκος, Πτολεμαίου παρόντος καὶ τοῦ παρὰ τοῦ βασιλικοῦ γραμματέως Ἡρακλείδου τοῦ Ἡρακλείδου, καὶ μηδενὸς προσπορευομένου μηδʼ ὑπερβάλλοντος ἀλλὰ μηδὲ ὑφησομένου προσεβλήθη τῶι ἠνεχυρακότι Πτολεμαίωι ὡς ἐτῶν λη μελίχρωτι λευκότριχιλευκοθρχι ἀνδρ οὐλὴ γενη ἐν τοῖς τοῦ χαλκοῦ ταλάντοις β λύσιμονλύσιμα ὡς τὸη διάγραμμα συντάσσει· ἔστιν δὲ ἐν κώμηι Σώβθει πάντα περὶ τὴν πόλιν παραδείσου ἐρήμου ἐν ὧι δένδραδένδρη καὶ φρέαρ ἀρουρῶν β 𐅵 δ καὶ ὅσαι ἐὰν ὦσι σὺν τοῖς προσοῦσι χρηστηρίοις τὸ ἥμισυ ἐν χαλκῷ τάλαντ β· γείτονες τοῦ ὅλου παραδείσου νότου διῶρυξ καλουμένη ἡ ὀμφαλονια, βορρᾶ ὁδὸς βασιλικὴ καὶ Τεκβη, ἀπηλιώτου χέρσος ακλείδου, λιβὸς κώμη καὶ πρότερον Εὐμήλου· βασιλευόντων Κλεοπάτρας Θεᾶς Νεωτέρας Φιλοπάτορος καὶ Φιλοπάτριδος καὶ Πτολεμαίου τοῦ καὶ Καῖσαρ Θεοῦ Φιλοπάτορος καὶ Φιλομήτορος ἔτους ιζ τοῦ καὶ β ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείᾳ Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείᾳ μηνὸς Ἀρτεμισίου Φαμενὼθ ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν· προσέβαλεν Μουσαῖος πράκτωρ ξενικῶν καὶ νομοφύλαξ τοῦ δηλουμένου νομοῦ Πτολεμαίωι Ἡρωίδου ἀφʼ οὗ μετήνεγκεν ἐκ τοῦ κριτηρίου καταδίκηςτῆςδίκης χρηματισμοῦ οὗ χρόνος τὸ διεληλυθὸς ιϛ τὸ καὶ α ἔτος Θωὺθ ι πρὸς ἣν συνεστήσατο ἔνκλησιν ἐπὶ τῶν ἐπὶ τῶν τόπων χρηματισάντων χρηματιστῶν καὶ Δωροθέου εἰσαγωγέως κατὰ Ἡρακλείδου τοῦ καὶ Ἁρθώτου τοῦ Ἡφαιστίωνος περὶ πράξεως ἀργυρίου δραχμαὶ Γπ καὶ βλαβῶνβλαβεῶν καὶ δαπανημάτων χαλκοῦ ταλάντων ε τὸ κατὰ τὸ παρὸν παραδειχθὲν ὑπʼ αὐτοῦ εἰς ἐνεχυρασίαν ἔνγαιον τοῦ ακλείδου τοῦ καὶ Λόχου, μενούσης αὐτῶι τῆς τοῦ ἐνλείποντος κεφαλαίου πράξεως υ καὶ ἐξ ὧν ἐὰν ἄλλων εὑρίσκῃ αὐτῶι ὑπαρχόντων, οὐ μόνον δὲ τῶν εἰς τὴν ἐνεχυρασίαν καὶ προσβολὴν ὡρισμένων ἡμερῶν διεληλυθότων ἀλλὰ καὶ ἐπὶ τῶν ἐπιγεγονότων, μηδενὸς δὲ ἐν τῶι ἀνὰ μέσον μήτε πρὸς ἐξωμοσίαν ἢ ἀφαίρεσιν τοῦ ἠνεχυρασμένου κατηντηκότος ἀπὸ δὲ τῶν γραφέντων ὑφʼ ἡμῶν τῶι βασιλικῶι γραμματεῖ ἀντιπεφωνηκότος ὡς καθήκει· ἐπικηρυσσομένου τοῦ ἐνγαίου ἀγορᾶς πληθυούσης διὰ κήρυκος, Πτολεμαίου παρόντος καὶ τοῦ παρὰ τοῦ βασιλικοῦ γραμματέως Ἡρακλείδου τοῦ Ἡρακλείδου, καὶ μηδενὸς προσπορευομένου μηδʼ ὑπερβάλλοντος ἀλλὰ μηδὲ ὑφησομένου προσεβλήθη τῶι ἠνεχυρακότι Πτολεμαίωι ὡς ἐτῶν λη μελίχρωτι ἀνδρ οὐλὴ γενη ἐν τοῖς τοῦ χαλκοῦ ταλάντοις β λύσιμονλύσιμα ὡς τὸη διάγραμμα συντάσσει· ἔστιν δὲ ἐν κώμηι Σώβθει πάντα τὴν πόλιν παραδείσου ἐρήμου ἐν ὧι δένδραδένδρη καὶ φρέαρ ἀρουρῶν β 𐅵 δ καὶ ὅσαι ἐὰν ὦσι σὺν τοῖς προσοῦσι χρηστηρίοις τὸ ἥμισυ ἐν χαλκῳ τάλαντ β· γείτονες τοῦ ὅλου παραδείσου νότου διῶρυξ καλουμένη ἡ ὀμφαλονια, βορρᾶ ὁδὸς βασιλικὴ καὶ Τεκβης, ἀπηλιώτου χέρσος ακλείδου, λιβὸς κώμη καὶ πρότερον Εὐμήλου·

Connections

Found at Herakleopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.