Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.47.3365

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον πράσεως. Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἀπολλώνιος στρατηγὸς Ὀξυρυγχείτου βιβλιοφύλαξι ἐνκτήσεων τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. ἴσον βιβλιδίου Αὐρηλίου Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύσαντος τῶν αὐτόθι ᾧ ὑπεκολλήθη ὁ ἀναπεμφθεὶς πρὸς ὑμᾶς ἀπὸ διαλογῆς χρηματισμὸς ἐπιστέλλεται ὑμῖνὑμεῖν ὅπως εἴ τι ἀκόλουθόν ἐστιν τῷ ἑαυτῶνἑαυτω τιμήματι πράξετεπράξεται. ἐρρῶ σθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν κζ. Αὐρηλίῳ Ἀμμω νίῳ τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως. κατʼ ἔνγραπτονενγρατον ἀσφάλειανἀσφάλιαν γενομένην τῷ προδιελθόντι β ἔτει μηνὶ Θὼθ η ἐώνημαιαἰώνημαι καὶ παρακεχώρημαι παρὰ Μάρκου Οὐιβίου Ὡρειγένους τοῦ καὶ Μάγνου στρατιώτου χώρτης ἑβδόμης οὐιγούλωνἰγούλων ἑκατονταρχίαςἑκατονταρχείας Φειβει λις ὀφικιαρίου τριβούνου Οὐιβίου Ὡριγένους ἀπὸ ἑκατονταρχίαςεατονταρχιας υἱοῦυἱος διὰ τοῦ ἀποσυσταθέντος ὑπʼ αὐτοῦ καθʼ ὑπομνήματος πρυτάνεωνπρυτάνευων οὗ χρόνος ἐν πρυτα νείῳ ἐπὶ τοῦ τότε διελθόντος ἔτους Παχὼν Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσο θέωνος γυμνασιαρχήσαντος βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως ἐπὶ τοῖς διὰ τοῦ ὑπομνήματος δηλουμένοις πᾶσι καθʼ ἃ ἐπικεχώρηται χρηματίζεσθαι εξ ν ἐπέδωκε Μηουίῳ Ὁνωρατι ανῷ νεκσφρ ἀνελημ φθη η επιθηκη ρλυθ τωνδιακατοχη κ παρὰ τοῖς ἐπισκις ἀπο γραφῇ τῷ αὐτῷ ἔτει μηνὶ Θὼθ κατηντηκότων καὶ εἰς αὐτὴν ἀπὸ Μάρκου Οὐλπίου Οὐαλεριανοῦ υἱοῦ Οὐλπίου Οὐαλεριανοῦ ὅπερ καὶ Οὔλπιος Οὐαλεριανὸς πατὴρ Οὐλπίου Οὐαλεριανοῦ ἐώνηταιαἰώνηται κατὰ συνχώρησιν τελειωθεῖσαν διὰ τοῦ κατα λογείου τῷ α ἔτει τοῦ παρελθόντος χρόνου Παχὼν παρὰ Κλαυδίου Οὐαλεριανοῦ τῶν ἐντίμωςἐντείμως ἀπολυθέντων ων ἀπὸ ὀφικιαλίων ἐπάρχου Αἰγύπτου παρα δοθέντων τῷ Οὐιβίῳ Ὡριγένει τῷ καὶ Μάγνῳ διὰ τοῦ ἀξιολογωτάτου γενο μένου ἀρχιδικαστοῦ Αὐρηλίου Βησαρίωνος δικαίῳ δεσποτείαςδεσποτίας τῷ διεληλυ θότι ἔτει Θὼθ ἀκολούθως τοῖς γενομένοις ὑπʼ αὐτοῦ ὑπομνήμασι· περὶ μὲν θειν τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ ἐκ τοῦ Λοίπου καὶ Πο κλήρων σιτικῆς μοναρτάβου ἀρούρας πέντε · καὶ περὶ Σιναρὺ ἐκ τοῦ τοῦ Καλλιστράτου κλήρου πρότερον ἐν δυσὶ σφραγῖσι νυνὶ οὔσας ὑπὸ μίαν ὄψιν ἀρούρας δύο τέταρτον ὄγδοον · καὶ περὶ Ταλαὼ ἐκ τοῦ Διοκλέους κλήρου μοναρτάβου ἄρουραν α καὶ ἐκ τῶν Διονυσίου τοῦ Πολέμωνος κλήρων ἐν β κοίταις ἀρούρας ε ὧν μίαμιας ἀρούρας δ τῆς δὲ ἑτέρας ἄρουραν α· καὶ ἐκ τοῦ Δρόμονος καὶ Ποτάμωνος κλήρων ἰδιωτικῆς ἄρουρας 𐅵 καὶ ἐκ τοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων πρότερον ἐν δυσὶ σφραγῖσιν ἄρουραν α 𐅵 δ καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ αὐτοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων ης μοναρτάβου ἀρούρας ζ 𐅵 μοναρτάβου ἀρούρας ε δ οὔσαςοὐσων ἐν δυσὶ σφραγῖσισφραγεῖσι ὧν μίαμιας ἀρουρ τῆς δὲ ἑτέρας ἀρουρ καὶ περὶ τὸ Πασιγώνιος ἐποίκιον ἐκ τοῦ Νεικάνδρου κλήρου υ κριθικὰς κατοικικὴ γῆ ἀρουρ ἐν δυσὶ σφραγῖσι ὧν μίαμιας ἀρουρ τῆς δὲ ἑτέρας ἀρουρ σὺν τοῖς ἐνοῦσι φυτοῖς πᾶσι καὶ ἐκ τοῦ υ καὶ κ 𐅵 δ η σὺν τοῖς τούτων ὑδρεύμασι καὶ τροχῷ καὶ ὑποδοχείῳὑποδοχίῳ καὶ φυτοῖς πᾶσι καὶ πλασταῖςπλασται καὶ ληνῷ καὶ πίθῳπείθῳ καὶ ἐποικίῳ καὶ ἑτέροις οἰκοδομήμασι καὶ χρηστηρίοις πᾶσι σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ ἀκροδρύοις πᾶσι· καὶ ἐκ τοῦ Διδύμου τὸν πρό τερον Κτησαίου κλήρουκληρων ἐν μιᾷ σφραγῖδισφραγῖσι κατοικικῆς μέρος διμοίρουδιμύρου ἄρουραν α καὶ ἐκ τοῦ Κόνωνος καὶ ἄλλων κλήρων μοναρτάβου ἀρούρας ζ ἐν αἷς τροχὸς καὶ κυκλευτήριον σὺν τοῖς ἐνοῦσι φυτοῖς ὁμοίως μέρος διμοίρουδιμύρου · καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ Ἀριστίππου κλήρου ἐν αἷς διαρτάβους ἀρούρας μη ἐν αἷς τροχὸς καὶ περὶ αὐτὸν φυτά· καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων χερσαμ πέλου ἐν δυσὶ κοίταις ἀρούρας ε καὶ τὰ τούτων ὑδρεύματα καὶ καλαμείακαλαμία καὶ χρη στήρια καὶ ληνὸν σὺν τοῖς ἐνοῦσι πᾶσι· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀμπέλου ἠμελη μένης ἀρούρας γ 𐅵 η σὺν τοῖς ἐπιβάλλουσι αὐταῖς ὑδρεύμασι καὶ ληνῷ καὶ πίθῳπείθῳ καὶ χρηστηρίοις πᾶσι· καὶ ἐκ τοῦ Καλλίου κλήρου παρανόμου Πολυφερνίου Φείρμου τετάρτου μέρος σιτικῆς ἄρουραν α ἐν ᾗ τροχὸς καὶ ὑποδοχεῖονὑποδοχῖον ἀφʼ ὧν φέρει εἰς τὴν προκειμέ νην καὶ καταγραφομένην ἄμπελον ὑδραγωγὸςὑδραγωγον πρὸς τοὺς ποτισμοὺς διʼ ἀμπελῶνος πρότερον Ταλλῶτος Πλούτου καὶ Σιντοτοῆτος καὶ Ὥρου ἀμφοτέρων χρηματιζόντων μητρὸς Ἰσομήιος καὶ αὐτοῦ τούτου Πολυ φερνίου Φίρμου καὶ Πολυφερνίας Ἀπίας· καὶ ἐκ τοῦ αὐτοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων ἀμπέλου ἠμελημένης νυνὶ ἐν δυσὶ κοίταις ἄρουρας 𐅵 δ ὂν ὑπὸ μίαν ὄψιν· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀμπέλου ἠμελημένης ἀρουρ σὺν τῷ ἐπι βάλλοντι αὐτῷ λιβικῷ ὑδρεύματι καὶ ὑποδοχείῳὑποδοχίῳ καὶ τροχῷ καὶ χρηστηρίοιςχρηστηρίων καὶ ἀνήκουσιἀνηκοντων πᾶσιπαντων ὡς εἶναι χερσαμπέλου ἀρούρας β ἐν διαψίλῳδιαψείλῳ γῇ ἐπὶ τὸ αὐτὸ ἀρούρας θ 𐅵 η καὶ καλαμείακαλαμία σὺν εἰσόδοις καὶ ἐξόδοις καὶ ἀκροδρύοις πᾶσι καὶ ληνῷ καὶ πίθῳπείθῳ καὶ χρηστηρίοις πᾶσι καὶ τοῖς τούτων ὑδρεύμασι καὶ τροχῷ καὶ ὑπο δοχείῳὑποδοχίῳ καὶ κυκλευτηρίῳ καὶ τοῖς προσοῦσι αὐτοῖς καὶ μέρος ἑτέρου λιβικοῦ τροχοῦ σὺν ὑποδοχείῳὑποδοχίῳ ἐκ μέρους συμπεπτωκότισυμπεπτωκοτα Σαλικουττὰ λεγόμενα· καὶ περὶ τὴν αὐτὴν Ταλαὼ περὶ τὸ Πασιγώνιος ἐποίκιον ἐκ τοῦ Νεικάνδρου κλήρου ἀπὸ ὑπολόγου ἀρούρας γ. ἐπὶ δὲ παντὸς τοῦ προκειμένου ἀρουρηδοῦ ἢ ὅσαι ἐὰν ὧσιὧσει ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον οὐδὲν ἕτερον ὑπέλειψεν ἑαυτῷαὑτῷ ὁ ἀποδό μενος Οὐίβιος Ὡριγένης σιτικὰς ἢ τροχοὺς ἢ οἰκόπεδα καὶ ἄλλοἄλλα τι ἁπλῶς καθʼ ὁνδηποτοῦν τρόπον ὃ μὴ ἐμπίπτει τῇδε τῇ καταγραφῇ· ὃ δʼ ἂν φανῇ ὑπολειπόμενον καὶ τοῦτοτουτων συνεκπεσεῖταισυνεκπεσεῖτε τῇδε τῇ καταγραφῇ· καὶ ὁμοίως ἐν τῇ προκειμένῃ κώμῃ Ταλαὼ ἐν περιμέτροις κώμης ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι οἰκία τρίστεγοςτριστεγον καὶ αἴθριον ὑφʼ ἣν κατάγειονκατάγιον καὶ προνήσιονπρονησιω σὺν εἰσόδοις καὶ ἐξόδοις, ἐπὶἐπεὶ δὲ πάντων ὡς ἡ ἀσφάλειαἀσφάλια περιέχει· ἧς δημοσιω θείσης μετʼ εὐδοκήσεως τοῦ αὐτοῦ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσο θέωνος γράφοντος ὑπὲρ τοῦ Οὐιβίου Ὡριγένους τοῦ καὶ Μάγνου ἀπόν τος διὰ τῆς διαλογῆς τῆς πόλεως τῷ διελθόντι γ ἔτει μηνὶ Παχὼν τὸν ἀνα πεμφθέντα ὑπὸ διαλογῆς χρηματισμὸν διυποκολλήσας μοναχὸν τῷδετωνδε τῷτων βιβλιδίῳβιβλιδιων ἐπιδίδωμι ἀξιῶν ἐπιστεῖλαίἐπιστῖλέ σεσαι τοῖς τῶν ἐνκτήσεων βιβλι οφύλαξι τὴν δέουσανδαίουσαν παράθεσιν ποιήσασθαι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν Αὐρήλιος Σεπτίμιος Σερῆνος ἐπιδέδωκα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.