no image
DDbDP-text
[1]
χμγ
τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ Ταυρίνῳ χαίρειν. πεπλήρωμαι παρὰ τῆς σῆς εὐλαβείας
τοῦ ἐνοικίου τόπου τῆς ἐμοῦ οἰκίας ἀπὸ δεκάτης τοῦ παρελθόντος μηνὸς Παχὼν τῆς
τρίτης ἰνδικτιῶνος ἕως Παχὼν δεκάτης τῆς παρούσης τετάρτης ἰνδικτιῶνος καὶ οὐδένα λόγον
ἔχω πρὸς τὴν σὴν εὐλάβειαν περὶ τοῦ αὐτοῦ εἰρημένου ἐνοικίου τῆς αὐτῆς
τρίτης ἰνδικτιῶνος τοῦτʼ ἔστιν ἀπὸ δεκάτης τοῦ παρελθόντος μηνὸς Πάχὼν τῆς αὐτῆς παρούσης τρίτης
ἰνδικτιῶνος μέχρι δεκάτης τοῦ Παχὼν μηνὸς τῆς τετάρτης ἰνδικτιῶνος ὡς εἴρηται διὰ τὸ πεπληρῶσθαί
με παρὰ σοῦ ὡς προεῖπον καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι σοι τὴν τελείαν ἀποχὴν
ὡς πρόκειται. ἐγράφη μηνὶ Μεσορὴ λ δ ἰνδικτιῶνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.