no image
DDbDP-text
[… ? lines lost …]
κέρκουρον Ἡρακλείδου ἀγωγῆς[…], πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ δοχικῷ τῷ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ,[…]ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν καὶ μάλιστα πίστιν ἐχόντων οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις ὠμοῖς
ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῇ σιτηρᾷ τῆς ἐξαιρέσεως τοὺς
καθήκοντας χρηματισμοὺς μετὰ τῆς Φίλωνος καὶ Πατρόκλου τῶν πρώτων φίλων καὶ τῶν
περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης, πυροῦ ἀρτάβας δισχιλίας· γίνονται πυροῦ ἀρτάβαι Β καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαιπρὸς αὐτοὺς ὡς καθήκει·
Ἡρώδης καὶ Ἡρώδης οἱ πρὸς τῆι ναυλώσει Σαραπίωνι χαίρειν· εἰς τὸν ἐκ τῆς πόλεως νεναυλωμένον διʼ ἡμῶν καὶ διατεταγμένον εἰς τὸν Ἡρακλεοπολίτην κατʼ
ἀπόστολον ἐπʼ ἀνάληψιν πυροῦ βασιλικοῦ κέρκουρον Ἡρακλείδου
ἀγωγῆς[…]καλῶς ποιήσεις συντάξας ἐμβαλέσθαι ἀπὸ τῶν
γενημάτων τοῦ λα ἔτους πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ δοχικῷ
ἀρτάβας Β· γίνονται πυροῦ ἀρτάβαι Β· […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.