no image
DDbDP-text
ἀντίγραφον ἔτους λα[…]
Τοθοῆι ἀντιγραφεῖ θησαυροῦ περὶ Πόλιν
ἐὰν οἱ παρὰ Λεωνίδου τοῦ τεταγμένου πρὸς τῆι σιτολογίαι
ἐμβάλλωνται ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν
ἀπὸ τῶν γενημάτων τοῦ λα ἔτους κατὰ τὸν παρὰ Σαραπίωνος τοῦ ἐπὶ τῶν
προσόδων χρηματισμὸν εἰς τὰ ὑπογεγραμμένα πλοῖα αὐτῶν
ἀγωγῆς Δω ἀναπεπεμμένα δὲ ἐκ τῆς πόλεως ὑπὸ Ἡρακλείδου
καὶ Ἡρώδου τῶν πρὸς τῶι ὀσπρίωι ἐπʼ ἀνάληψιν πυροῦ καθαροῦ
ἀδόλου κεκοσκινευμένου μέτρωι δοχικῶι τῶι πρὸς τὸ χαλκοῦν
καὶ σκυτάληι δικαίαι … ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν καὶ μάλιστα πίστιν ἐχόντων οἷς καὶ τὸ δεῖγμα
κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις ὠμοῖς ἀγγείοις
καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῆι σιτηρᾶι τῆς ἐξαιρέσεως
τοὺς καθήκοντας χρηματισμοὺς μετὰ τῆς Ἑρμίου καὶ
Συρίωνος τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων
γνώμης ἀρτάβας πυροῦ Δ γίνονται πυροῦ ἀρτάβαι Δ, συμβαλοῦ ὡς εἴθισται
καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει·
… ἐν Μαρεωτικῇ Ἑρμίου ἀγωγῆς Βυ πυροῦ ἀρτάβας Β, ἄλλῃ Συρίωνος
ἀγωγῆς Βυ πυροῦ ἀρτάβας Β γίνονται Μαρεωτικαὶ β ἀγωγῆς Δω πυροῦ ἀρτάβαι Δ·
ἀρτάβας …
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.