no image
DDbDP-text
[… ? lines lost …]
[…] ἀπὸ τῆς αὐτῆς πόλεως·
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι
παρ’ ὑμῶν ἐπὶ τριετῆ χρόνον λογιζόμενον
ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης τετάρτης
ἰνδικτίωνος καὶ αὐτῆς τὴν διαφέρουσαν ὑμῖν
ἄρουραν μίαν σπορίμης ἀνύδρου γῆς
ἀπ’ ἀρουρῶν τριῶν κατὰ κοινωνίαν
τοῦ εὐαγοῦς εὐκτηρίου τῆς ἁγίας Μαρίας
τε…ιων π…ως διακειμένων ἐν τῷ
ἀπηλιώτῃ Ἑρμοῦ πόλεως ὑπὸ τὴν
παραφυλακὴν τῶν ἀπὸ κώμης Ψῶβαι […]
τοῦ Ἑρμουπολίτου νομοῦ πρὸς τὰς ε…αρ[…]
ἐκ τετραγώνου τούτων γειτνίας εἰς σπορὰν
καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου
ταύτης κατ’ ἔτος σίτου ἀρταβῶν ἐννέα
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.