no image
DDbDP-text
[r]
† ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν
καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου
καὶ πάντων τῶν ἁγίων Μεσορὴ ι δ ἰνδικτίωνος ἐν Ἀρσίνόῃ
Φλαουίῳ Ἰωάννῃ τῷ μεγαλοπρεπεστάτῳ παγάρχῳ
ταύτης τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιος
Ἰωάννης υἱὸς Μηνᾶ ἀπὸ κώμης Ἐλευσίνας
τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ ἑκουσίᾳ
γνώμῃ ἑτοίμως ἔχειν ἕως ἑπτακαιδεκάτης
τοῦ ὄντος μηνὸς Μεσορὴ τῆς παρούσης
τετάρτης ἰνδικτίωνος ποιῆσαι καὶ ἑτοιμάσαι τὰ ἐπιρι…[…]
ἐν τῷ αὐτῷ μου χωρίῳ εἰς λόγον τῶν
Σαρακηνῶν γονάχιν ἓν καὶ στρώματα τρία
τῷ μέτρῳ τῶν αὐτῶν Σαρακηνῶν.
εἰ δὲ μὴ ταῦτα πράξω τῇ εἰρημένῃ προθεσμίᾳ,
ἐνέχεσθαί με παρασχεῖν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ
οἰκόθεν καὶ ἐξ ἰδίου μου πόρου
ὑπὲρ μὲν τοῦ γοναχίου χρυσοῦ νομίσματα
ἓξ καὶ ὑπὲρ ἑκάστου στρώματος χρυσοῦ
νομίσματα τρία . κυρία ἡ ὁμολογία
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Αὐρήλιος Ἰωάννης
υἱὸς Μηνᾶ στοιχεῖ μοι πάντα ὡς πρόκειται †
† di emu Iustu
διʼ ἐμοῦ Ἰούστου †
[v]
† ὁμολογία γενομένη ὑπὸ Ἰωάννουυἱοῦ Μηνᾶ εἰς Φλάουιον Ἰωάννην τὸν μεγαλοπρεπέστατον πάγαρχον[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.