no image
DDbDP-text
[r]
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος
καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου
καὶ πάντων τῶν ἁγίων βασιλείας τοῦ εὐσεβεστάτου
ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου
ἔτους τρίτου μετὰ τὴν ὑπατείαν τοῦ αὐτοῦ ἔτους
δευτέρου Παῦνι ιγ τέλει ὀγδόης ἰνδικτίωνος ἐν Ἀρσινόῃ.
Αὐρήλιος Μηνᾶς υἱὸς Ἠλία ἐνοικιολόγος οὐσίας Θεοδοσακίου τοῦ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Κατωτέρου Αὐρηλίῳ
Κυρικῷ χοιρομαγείρῳ υἱῷ Μηνᾶ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαί με πρὸς σὲ ὡς εἰ οἵῳ δήποτε
καιρῷ ζητήσω ἀποβαλέσθαι σε ἐκ τοῦ
ὑπὸ σὲ μενήματος διαφέροντος Θεοδοσακίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ
μὴ βουλομένου σου ἐξελθεῖν ἐξ αὐτοῦ
ἐπὶ τῷ με παρασχεῖν σοι τὰ ἀναλωθέντα
παρὰ σοῦ εἰς τὸ κτίσμα τῆς ἐκεῖσε
ἐπαύλεως, εἰ δὲ ἀφʼ ἧς σεαυτοῦ ἐθελήσῃς ἀναχωρῆσαι ἐκ τοῦ αὐτοῦ τόπου
μηδέν σε λαβεῖν ὑπὲρ τῶν αὐτῶν
ἀναλωμάτων τῶν γεναμένων παρὰ
σοῦ ἐν τῇ αὐτῇ ἐπαύλει. κυρία ἡ ὁμολογία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Μηνᾶς ἐνοικιολόγος ὁ προκείμενος· ς[…]… μοι ἡ ὁμολογία
ὡς πρόκειται. Ἠλίας Ἰωάνης
ἔγραψα ὑπὲρ αὐτοῦ …[…]
δι εμυ ελια …[…]
[v]
† ὁμολογία γενομένη ὑπὸ Αὐρηλίου Μηνᾶ ἐνοικιολόγου υἱοῦ Ἠλία εἰς Αὐρήλιον Κυρικὸν
χοιρομάγειρον †·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.