Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.2.371

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] † ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Μεσορὴ ιγ ἀρχῇ ιγ ἰνδικτίωνος ἐν Ἀρσινόῃ. Αὐρήλιος Μηνᾶς ζωγράφος υἱὸς τοῦ μακαρίου Φοιβάμμωνος ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἀπὸ ἀμφόδου Θεραπείης ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ Αὐρηλίῳ Ἀμαΐῳ κολλεκταρίῳ υἱῷ Κυρικοῦ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι καὶ πεπληρῶσθαι παρὰ σοῦ διὰ χειρὸς ἐντεῦθεν ἤδη τὴν τιμὴν τοῦ πρὸ τούτου διαπραθέντος σοι παρʼ ἐμοῦ οἴκου διακειμένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου κατὰ τὴν δύναμιν τῆς γεγενημένης σοι παρʼ ἐμοῦ πράσεως τῆς καὶ κυρίας οὔσης καὶ βεβαίας καὶ ἐχούσης τὴν ἰδίαν πίστιν καὶ ἰσχὺν εἰς πλῆρες καὶ εἰς ὁλόκληρον, καὶ τοῦ λοιποῦ μηδένα λόγον ἔχειν μὴ ἐμὲ μὴ κληρονόμους ἐμοὺς μὴ ἄλλον τινὰ ἐκ προσώπου μου πρὸς σὲ ἢ πρὸς κληρονόμους σοὺς περὶ τοῦ εἰρημένου καὶ πραθέντος σοι παρʼ ἐμοῦ οἴκου κατὰ τὴν δύναμιν τῆς αὐτῆς πράσεως μὴ περὶ ἑτέρας τιμῆς αὐτοῦ τὸ σύνολον διὰ τὸ ἐντεῦθεν ἤδη πληρωθῆναί με παρὰ σοῦ ὡς προείρηται. κυρία ἡ ἀμεριμνία καὶ ἐπερωτηθεὶς ὡμολόγησα † † Αὐρήλιος Μηνᾶς υἱὸς τοῦ μακαρίου Φοιβάμμωνος ὁ προκείμενος στοιχεῖ μοι τῇ ἀμεριμνίᾳ ὡς προκείται καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα † † δι εμυ φιβ[…] [v] † πληρωτικὴ ἀμεριμνία γενομένη ὑπὸ Αὐρηλίου Μηνᾶ ζωγράφου υἱοῦ Φοιβάμμωνος εἰς Αὐρήλιον Ἀμάϊον κολλεκτάριον †

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.