no image
DDbDP-text
Letter from Chairemon to his son Dioskoros about outstanding business. A private letter from Chairemon to his son Dioskoros urging him to settle all outstanding business in hard times, including matters of sweet wine, grape baskets, a half-aroura of land and vinegar, and asking him to come quickly because of business concerning bulls. He reports the son's children are well and sends greetings to Faboullos. machine translation
Linked by Trismegistos ID
TM 28136.
Each record below describes this same artifact or text from a different angle.
[r]
Χαιρήμων Διοσκόρῳ τῷ υἱῶι χαίρειν.
περὶ ὧν ἔγραψας μελήσει μοι καὶ ἐγὼ δὲ σὲ ἐρωτῶ πάντα τὰ μετέωρα ἀπαλλάξαι καὶ μὴ πάλιν σεαυτῷ μετέωρα καταλείπειν αἰσθόμενον
τὴν τοῦ καιροῦ πικρίαν· ἀπάλλαξον οὖν σεαυτὸν ἀπὸ παντὸς μετεώρου, ἵνα ἤδη ποτὲ
ἀμέριμνος γένῃ καὶ τὰ ἐμὰ μετεωρίδια ἤδη ποτὲ τύχην σχῆι περὶ τῶν γλυκειδίων μελησάτω σοι αἰσθομένῳ, ὅτι τρυγίᾳ χρῶμαι
ὅρα οὖν, μὴ ἀμελήσῃς πολλάκις ὑπʼ ἐμοῦ περὶ
τούτου παρακληθεὶς καὶ εἰδὼς τὴν ἀνάγκην,
καὶ Διονυσίῳ σύντυχε περὶ τοῦ κοφίνου τῆς
σταφυλῆς καὶ πέρας λαβέτω ὑποδείξας
αὐτῷ περὶ ἐνοικίου κοφίνων καὶ τιμῆς σαργανῶν καὶ περὶ Ἡρακλᾶτος μελησάτω σοι,
ὁμοίως δὲ καὶ περὶ τῶν τοῦ Πτολλάρου αἰσθομένωι, ὅτι καὶ σοὶ τοῦτο ἀνήκει καὶ συμφέρει Σισοίτι καὶ Πετσίρι ἐνετειλάμην· παρακληθεὶς δὲ σύντυχε Γεμεινᾶτι καὶ ἐπίγνωθι
περὶ τοῦ ἡμιαρουρίου Σουηροῦτος, ἵνα παραγράφῃς καὶ τοῦτο οὖν μοι παράσχου, ἵνα εἰδῶ, ὅτι
με φιλεῖς περὶ τῶν ὀξιδίων περισσὸν ποιήσω
ἔτι σοι περὶ τούτου ἐντελλόμενος · ταξάσθω
σοι ὁ Ἡρακλᾶς ἡμέραν καὶ παρὰ Ἰσιδώρου γνῶθι
περὶ τῶν ἄλλων οἶδα γὰρ ὅτι, ἐὰν θέλῃς, πάντα
περαιωθήσεται· περὶ πάντων οὖν μελησάτω σοι,
πολλάκις δέ σοι γράψω περὶ τῶν αὐτῶν, ἵνα μὴ
ἀμελήσῃς· τάχιον δὲ καὶ σὺ παραγενοῦ, ἐπεὶ τὸ
τῶν ταυρικῶν κατεπείγει. τὰ παιδία σου
ἔρρωται· ἀσπάζου Φαβοῦλλον τὸν ἀδελφόν σου.
ἔρρωσό μοι, γλυκύτατε, καὶ τὰ ὀξίδιά
μοι κόμισον.
[v]
Διοσκόρωι τῶι υἱῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.