no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9193.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοΐτου
Ἡρακλείδου μερίδος
παρὰ Σοήρεως Πακύσεως ἀπὸ κώμης
Σοκνοπαίου Νήσου. ὁ ἀδελφός μου Ὀννῶφρις ἐτελεύτησεν ἄτεκνος ἐπὶ κληρονόμῳ ἐμοί,
καταλείψας μοι […] καμήλους τρεῖς οἵτινες
λ[…]ρ…[…]…[…]…[…]ρ ἐμοὶ ἦσαν. Σαταβοὺς
δ…[…]επ[…]…αρπεινος. ἀλόγως ἐπῆλθέ μοι καὶ βιαίως ἀπέσπασεν τοὺς καμήλους, περὶ οὗκαὶ τότε σοι ἐνέτυχον διὰ
Μέλανος δούλου μου, αὐτὴ ἐν ἀσθενίᾳ
τυγχάνουσα, καὶ ἐπέταξας, ἕνα τῶν
περί σε ὑπηρετῶν ἐπαναγκάσαι αὐτὸν
ἀποκαταστῆσαί μοι τοὺς καμήλους, ὃς μαθὼν αὐτὸ τότε ἀφανὴς ἐγένετο. ἐπεὶ οὖν
μέχρι τούτου οὐκ ἀποκατέστησέν μοι
αὐτούς, τυγχάνω δὲ τῇ ἔναγχος τῶν θρεμμάτων ἀπογραφῇ ἀπογραψαμένη, ἀξιῶ νῦν χλωροφαγούντων αὐτῶν ὑπὸ τὸν Σαταβοὺν
[…]…μ […]ιδες οὐκ ἔχουσα
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.