no image
DDbDP-text
[r]
[…] Παυσανίᾳ στρατηγῷ ἤτοι ἐξάκτορι καὶ ῥιπαρίῳ
Ὀάσεως μεγάλης παρὰ Αὐρηλίας Σωζομένης Μ[…]…ατίου ἄρξαντος τῆς Ἱβιτῶν πολέως. τῶν γονέων μου τὸ χρεὼν ἀποδεδωκότων ἔτι μου νηπίας οὔσης Μακάριος πρεσβύτερός μου
τυγχάνων τῇ ἡλικίᾳ, ὃν οὐκ ἂν ὀνομάσαιμι ἀδελφόν, προέστη
ἀφ’ ἑαυτοῦ, ὡς μήποτ’ ὄφελος, τῶν πραγμάτων μου καὶ τῶν τοῦ ἑτέρου μου ἀδελφοῦ καὶ αὐτοῦ ἀφήλικος ὄντος. ἀντὶ γὰρ τοῦ πίστιν ἡμῖν
τοῖς ἀφήλιξι διασῷσαι τὸ ἐναντίον πολέμιος ἡμῖν ἀνεφάνη
πῇ μὲν σύμπαντα τὰ κινητὰ τῆς πατρῴας καὶ μητρῴας
κληρονομίας ἑαυτῷ νοσφισάμενος, ἐφ’ οἷς λόγος ἡμῖν πρὸς αὐτὸν
τηρεῖται παντὶ καίρῳ ἐπὶ τοῦ κυρίου μου ἡγεμόνος, πῇ δὲ αἰτούμενος λόγον […] τῶν πραγμάτων ὧν ἐνεχείρισεν χρόνων καὶ
μὴ δούς, μηδὲν δὲ ἧττον καὶ ἐν ταῖς διαγραφαῖς τῶν κυριακῶν
τελεσμάτων καταβλάψαι ἐπιχειρῶν διὰ τὸ ἀτέλες τῆς ἡλικίας ἡμᾶς εἶναι. μέτρον μὲν γὰρ τοῦ δημοσίου ἐλαίου διεγράφετο ὑπὸ
τῶν ἡμετέρων γονέων ἔτι περιόντων, δέον δὲ δι’ ἡμῶν τὸν
[…]ω […] μέτρον ἐκείνου τοῦ ἐλαίου ἀγαθὸν ἑκατέρῳ ἡμῶν […] ἐξοικονομήσεται ἴσον, πάντα ἐπ’ ἴσῳ ῥε…[…]
[…]…τουν…[…]…ν ἐμοί
[…] … […]αυτο[…]
[… ? lines lost …]
[v]
ἐπίστελλε Σωζομένῃ […]
[… 1 line lost …]
[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.