no image
DDbDP-text
Σωτέλει συγγενεῖ καὶ στρατηγῶι καὶ
ἐπὶ τῶν προσόδων
παρὰ τῶν ἱερέων τοῦ ἐν Ἱερᾶι
Νήσωι ἱεροῦ Σεμαρποχράτου
θεοῦ κραταιοῦ. οὐ διαλείπομεν
καθʼ ἡμέραν ἑκάστην εὐχόμενοι
ὑπέρ τε σοῦ καὶ τῶν τέκνων
τάς τε θυσίας καὶ σπονδὰς καὶ
λυχνοκαίας. νυνὶ δὲ διʼ ἀσθένειαν καὶ ὀλιγανδρίαν συνέβη
πάντας τοὺς ἀπὸ τῆς κώμης
σὺν πανοικίᾳ ἀνακεχωρηκέναι
εἰς ἑτέρους τόπους ἔτι ἀπὸ
Μεσορὴ τοῦ β ἔτους, ὥστε ἡμᾶς
εἶναι μονωτάτους ἐν τῶι ἱερῶι
πρὸς συντήρησιν. ἐκ τοῦ τοιούτου
τὰ …μια τὰ ἀνιερωμένα μέχρι
τοῦ νῦν μήπω μηδένα ἀντεσχημένον[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.