no image
DDbDP-text
Letter from a son to his father about a woman's childbirth and reconciliation. Private letter from a son to his father, asking him to travel with a pregnant woman in late Mecheir or mid-Phamenoth so she can give birth where the writer is, and mentioning a reconciliation, the father's pay and a man occupied with the arabarchy. It closes with greetings and a postscript; it dates to the 1st century AD from the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 25650.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[2]
[…]της μετὰ τῶν ἰδίων περὶ αὐτῆς λέγων ὅτι
ἰδοὺ ἐπληροφόρησα αὐτὸν καὶ ἦρκε αὐτὴν ἄνω
ἐτηγανίζετο ἀναβῆναι, ὅπως σε παρακαλέσῃ
εὐλαβεῖν αὐτὴν, εὐκαιρίαν δὲ οὐκ ἔχει ἀπέσχηκε γὰρ ἡ ἀραβαρχία καὶ μέλλει ἐκπλέκειν τὰ
καταλειφθέντα αὐτῷ ἐπὶ τοσοῦτον ἔμελλε
πέμπειν εὔπλουν τὸν ἀδελφὸν αὐτοῦ, ἵνα σε
παρακαλέσῃ ἐπεὶ αὐτὸς ἀσχολεῖται. εἶπον δὲ αὐτῷ
ἐγὼ τῷ πατρί μου γράψω τὸ μὲν πρῶτον περὶ τοῦ τοκετοῦ αὐτῆς τὸ ἀνανκαιότερον, εἶτα καὶ
περὶ τῆς διαλλαγῆς. διὸ παρακαλῶ σε, πάτερ, τὸ
μὲν πρῶτον ἐμβῆναι σὺν αὐτῇ τὰ περιέσχατα τοῦ Μεχεὶρ ἢ τὰ μέσα τοῦ Φαμενώθ, ἵνα
ᾧδε καταφθάσῃ τεκεῖν τὸ ἀνανκαῖον καὶ
διὰ τὸ σὸν ὀψώνιον, ἐνετείλατο γὰρ Θέων παραλέγων ὅτι πρώτιστα λαμβάνει, καὶ ἀνάγκη ἐστὶν
αὐτὸν παρεῖναι. ἡτοιμάσθη αὐτῇ πάντα πρὸς
τὴν λοχείαν αὐτάρκως, ἐρωτῶσι δὲ καὶ, κύριε
ἡ μήτηρ αὐτοῦ, ὅπως ἀποκυήσῃ καὶ ε…
…σε παρακαλῶ, πάτερ, ὅπως ἐξ αὐτῆς αὐτὴν ε[…]…
[…] μικρὸς παρ…γω…ιω καὶ ἡ πρεσβυτέρα ἡ τοῦ
[3]
Ἡρακλ[…]…[…]…[…]
καὶ οὐκ […]φθ[…]ηκους[…]
καὶ πο…αι…ητα ε[…]
τησε…[…] καὶ ἔρχεται. ἄσπασαι Κορνηλίαν καὶ Σευῆρον
καὶ Εἰσίωνα καὶ Σωτήριχον
καὶ Διόσκορον. ἐρρῶσθαί
σε εὔχομαι, ὦ πάτερ.
ἔτους ιγ Τῦβι κ.
ἀηδῶς δὲ ἔσχον περὶ
τοῦ ἵππου. μὴ δόξῃς
ἀμελεῖν με τοῦ γράφειν
σοι οὐκ ἔχομεν διὰ τίνος
πέμπωμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.