no image
DDbDP-text
Eid über eine Umbuchungshomologie via HGV-meta
Linked by Trismegistos ID
TM 8473.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δεκάτου μηνὸς Ἀπελλαίου Φαῶφι τετράδι καὶ εἰκάδιτετάρτῃ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν. ὀμνύομεν βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας καὶ Φιλαδέλφους καὶ θεὰν Φιλοπάτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐεργέτιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Εὐπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴνἾσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας Πολέμων Εὐμήλου Μακεδὼν τῶν κατοίκων ἱππέων καὶ ὁ υἱὸς καὶ διάδοχος τοῦ πατρικοῦ κλήρου ὁ δεῖνα τῶι δεῖνι τῶν κατοίκων ἱππέων εὐδοκεῖν τῇ γεγονυίᾳ σοι μετεπιγραφῆι ἀπὸ τοῦ κλήρου περὶ κώμην Σῶβθιν τῶν Περὶ Πόλιν ἀρουρῶν ἑκατὸν ἀφ’ ἧς ἂνἐὰν αἱρῇ κ, τὸν δὲ ἕτερον συνευδοκεῖν τῇ παραχωρήσει καὶ πᾶσιν ἃ δηλοῦνται διὰ τῆς συγγραφῆς ἅμα τῇ χειρογραφίᾳ ταύτῃ διὰ τοῦ αὐτοῦ ἀγορανομίου. ἀνθ’ ὧν εὐχρηστιῶν ἐποίησας καὶ εἰς τὸν ἐπιβληθέντα τοῖς ἐν τῶι νομῷ κατοίκοις ὑπὸ τῶν βασιλέων στέφανον καὶ τὰ ἄλλα τοῦ κλήρου βασιλικά. ἃς καὶ παρεξόμεθά σοι καθαρὰς ἀπὸ παντὸς βασιλικοῦ καὶ ἰδιωτικοῦ ὀφειλήματος καὶ πάντων στεφάνων καὶ ἐπιγραφῶν πασῶν τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι Μεσορὴ τοῦ δεκάτου ἔτους, ὰπὸ δὲ ἄλλων παραχωρήσεων καὶ οἰκονομίας πάσης ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιοῦντες πάσῃ βεβαιώσει ἄνευ κρίσεως καὶ δίκης καὶ καταστάσεως ἐπὶ παντὸς ἀρχοντος . ἐὰν δέ τι παραβαίνωμεν τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῇ χειρογραφίᾳ ταύτῃ γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω κατὰ τὰ ᾠκονομημένα , αὐτοὶ δ’ ἔνοχοι εἴημεν τῷ ὅρκῳ, ὁπηνίκ’ ἂν εὐ θυνθῶμεν ἐφ’ οὗ ἂνἐὰν αἱρῇ κριτηρίου ἔτους ι Φαωφι κδ Πολέμωνος καὶ τοῦ δεῖνος τῷ δεῖνι χειρογραφία.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.