no image
DDbDP-text
Receipt for Rent on a Palm Grove via HGV-meta
Linked by Trismegistos ID
TM 316222.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιοι Ἀσᾶς Ψάμεως καὶ μέτοχοι πράκτορες ἀργυρικῶν κώμης Φιλαδελφείας Αὐρηλίῳ Διογέ νει Τούρβωνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. διέγραψας ἡμῖνἡμεῖν τὸν φόρον ὧν ἐκαρ πώσω φοινικῶνος ἀρουρῶν γ, ἐν τόπῳ Καλικα ἀρουρῶν β καὶ ἐν ἑτέρῳ τόπῳ ἀρούρης λεγομένῳ περὶ τὴν κώμην ὑπὲρ τοῦ ἐνεστῶ τος γ ἔτους καρπῶν τοῦ διελη λυθότος β ἔτους ἀργυρίου δρα χμὰς ὀγδοήκοντα γίνονται δραχμαὶ π. Αὐρήλιος Ἀσᾶς ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιακ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.