no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9314.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου
Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Παῦνι κβ. Αὐρήλιοι Οὐαλέριος Σαβείνου καὶ
Ἅρπαλος Σαραπίωνος οἱ β καὶ οἱ λοιποὶ σιτολόγοι κώμης
Καρανίδος μεμετρήμεθα ἐν θησαυρῷ τῆς προκειμένης
κώμης μέτρῳ δημοσίῳ ξυστῷ ἐπαιτω ἀπὸ
γενημάτων τοῦ αὐτοῦ ἔτους εἰς Νεῖλον Τιβόρσει
Καρανίδος δημοσίων πυροῦ ἀρτάβας πέντε ἥμισυ
γίνονται πυροῦ ἀρτάβαι ε 𐅵. λ ὁμοίως εἰς τὸν αὐτὸν καὶ μετόχους
δημοσίων πυροῦ ἀρτάβας ἕνδεκα γίνονται πυροῦ ἀρτάβαι ια.
ὁμοίως εἰς τὸν αὐτὸν Βακχιάδος κατοίκων
διὰ τῶν ἀπὸ Καρανίδος πυροῦ ἀρτάβας δύο
ἥμισυ γίνονται πυροῦ ἀρτάβαι β 𐅵. γίνονται ἐπὶ τὸ αὐτὸ
πυροῦ ἀρτάβαι ιθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.