no image
DDbDP-text
Letter from Dios to his father Pasion about his post at a storehouse. A private letter from Dios to his father Pasion, thanking the steward Isidoros for placing him at a storehouse and asking his father to reward him and to send a slave and various garments and a jar of pickled fish. The other side carries fragments of an account in artabas. It dates to the 3rd century AD, from the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 31239.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]…εβη ἀρτάβην α καὶ μόρια …
[…]γρ μεταβληθεῖσαι
[…]…σαι ἐκβήσονται
[…]τα δὲ κε μορία
[…] συναγ η
…… Πασίωνι πατρί
[v]
Δῖος Πασίωνι τῶι πατρὶ καὶ κυρίῳ
πλεῖστα χαίρειν. γινώσκειν σε θέλω, πάτερ, ὅτι εὐχαριστῶ πολλὰ
Ἰσιδώρῳ τῶι ἐπιτρόπῳ, ἐπεὶ συνέστακέ μοι εἰς τὴν ἀποθήκην
ταῖς ἐντολαῖς Εὐαγγέλου, καὶ σὺ
γὰρ εὐχαρίστησον Ἰσιδώρῳ καὶ ἂν
δύνῃ, αὐτὸν ἐξαλλάξαι. ἄξιός
ἐστιν πολλῶν, καὶ ἂν διαβῇ τὰ
ἐκεῖ πολλὰ ἐντέλλετε τῷ ἐπιστάτῃ μου. εὐχαριστῶ Ἀπᾶτι Εὐαγγέλου πολλά, ὅτι διὰ ἡμερῶν
καταβαίνει πρὸς ἐμέ. ἀπόστειλον τὸν Σύρον ταχύτερον, ἐπεὶ
κράζει Ἀπᾶς Εὐαγγέλου περὶ τοῦ
χαλκοῦ, ἐπεὶ χρείαν ἔχει, καὶ
κατάβαινον δοῦς τὸ δίλασσον
αὐτῷ καὶ χιτῶνα ἐρεοῦν
καὶ λινοῦν καὶ ἐπικάρσιν
καὶ κεράμιν θρεισσῶν ταριχηρῶν. μὴ ἀμελήσεις οὖν,
πάτερ. καὶ οὐκ ἔδωκέ μοι τὸ δίλασσον
Εὐάγγελος καὶ τὴν
τιμὴν τῶν φαινολίων οὐκ ἔδωκε.
ἀσπάζομαι
τοὺς ἐν οἰκίᾳ πάντας.
ἔτους ε Τῦβι κη
ἐρρῶσθαί σε
κύριε
εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.