no image
DDbDP-text
Letter about collecting gold coins at Narmouthis and grain from Phoibammon. A Christian-era private or business letter asking the recipients to collect two gold coins from a deacon at Narmouthis and grain from a certain Phoibammon, and to pass a message to Elias about the costs of a petition. It ends with greetings to family members and the hope that the writer will travel with the new governor. It dates from the 4th to 7th century AD. machine translation
Linked by Trismegistos ID
TM 33246.
Each record below describes this same artifact or text from a different angle.
καὶ ἄλλοτε γεγράφηκα ὑμῖν ὥστε πέμψητε εἰς Ναρμοῦθιν καὶ δέξησθε
τὰ δύο χρύσινα παρὰ τοῦ διάκονος. εἰ δὲ τοῦτο ἐποίησας, γράψον μοι
ἐνταῦθα. καταξιώσητε οὖν πέμψατε πρὸς Φοιβάμμωνα
καὶ δέξησθε παρʼ αὐτοῦ σῖτον καὶ μάθητε τί λαμβάνεται παρʼ αὐτοῦ.
μετάδος δὲ τῷ κυρίῳ Ἠλίᾳ τῷ ἀδελφῷ ὡς μετέδωκα Πέτρῳ
περὶ τοῦ πράγματος ὧν εἶπέν μοι καὶ μεταδέδωκέν μοι
ἀνεπεγνώσκει τὰ ἀναλώματα τοῦ λιβελλίου. γράψον μοι καὶ
ποιῶ. πολλὰ δὲ προσαγόρευσον τὴν κυρίαν τὴν ὑμῶν μητέρα
καὶ Ἠλίαν καὶ Ῥωμᾶνον τοὺς ἀδελφοὺς καὶ πάντας τοὺς ἐν τῷ
ἀφθόνῳ ὑμῶν οἴκῳ καὶ τὸν κύριον Εὐφράντιον καὶ τὰ γλυκύτατα
αὐτοῦ παιδία. μὴ οὖν ὀλιγωρήσατε, πιστεύομεν εἰς τὸν πάντων
δεσπότην, ὅτι μετὰ τοῦ νέου ἄρχοντος ἐξερχόμεθα ἐνταῦθα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.