no image
DDbDP-text
Letter from Perousis to a landowner about a wedding and a shipment of jars and pigeons. A private letter from Perousis to a landowner he addresses as his lord, explaining that he waited two days in vain for him at Pake, asking to be told the date of a wedding, and reporting a shipment of forty half-jars and sixty young pigeons. It dates to the 2nd century AD and comes from the Hermopolite nome. machine translation
Linked by Trismegistos ID
TM 28104.
Each record below describes this same artifact or text from a different angle.
[v]
κυρίῳ μου γεούχωι Περοῦσις
πλεῖστα χαίρειν […]…
ἤκουσα παρὰ Ὀννώφριος καὶ
Θέωνος ἀπὸ Πακὴ περὶ τῆς σῆς
ἐπιδημίας εἰς Πακὴ καὶ προσέδρευσα ἐφʼ ἡμέρας δύο ἐκδεχόμενός σε καὶ διὰ τὸ τοῦτο οὐκ ἐδυνήθην παραγενέσθαι εἰς Τοοὺ Πασκώ· νῦν μὲν εἰ ἀσχολεῖς περὶ τοὺς
γάμους ἐπεὶ οὐκ ἐδύνω ἐπανελθεῖν
πρὸς ἐμὲ δήλωσόν μοι διὰ τῶν
[…]ενη[…]…ων περὶ τῆς ἡμέρας
ἐν ᾗ γίνονται οἱ γάμοι, ἵνα ἀνέλθω πρὸς σὲ καὶ γράψον Κολλούθῳ
[…]…ει…[…] τοῖς ἁλιεῦσι τῆς Κιρκα, ὅπως
[…]…[…]αι αὐτοῖς πρὶν ἀναβῶ ἀ… δέ σοι ἡμικάδια τεσσαράκοντα διὰ Παχύμιος ἀρχεφόδου ἀπ[…] καὶ περιστερίδια
ἑξήκοντα σῶα καὶ ὑγιῆ, ἀπόστειλον δέ μοι ἐν τάχει τὰ ἡμικάδια
Εὖτος τῆς ἐλαιουργοῦ τῆς ἀπὸ Θαλλοῦ
καὶ περὶ ὧν βούλει παρʼ ἐμοὶ ὧδε ἔξω
πρᾶξαι δήλωσόν μοι, ἵνα ποιήσω
ἐν τάχει πρὶν ἀναβῶ.
ἐρρῶσθαί σε εὔχομαι,
κύριέ μου, πολλοῖς χρόνοις
εὐθυμοῦντα καὶ εὐπυγμοῦντα.
[r]
τῷ ἀδελφῷ μου ΠεροῦσιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.