Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.3.970int
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑπτακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβατοῦ καὶ Λουκίου Αὐρηλίου ΚομμόδουΚομόδου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Φαρμοῦθι β Ταπεθεὺς Πτολεμαίου τοῦ Ζηνᾶ ἐμαρτυροποιήσατο ἐκγεγράφθαι καὶ προσαντιβεβληκέναι ἐκ τεύχους βιβλιδίωνβιβλειδίων Τίτου Πακτουμηίου Μάγνου ἐπάρχου Αἰγύπτου προτεθέντων σὺν ἑτέροις ἐν Ἰουλιοπόλει διαλογιζομένου τοῦ κρατίστου ἡγεμόνος τῷ παλαιῷ, ἐν ᾧ βιβλιδίῳ ἐνγεγραμμένα ἦν τὰ ὑπογεγραμμένα· Τίτῳ Πακτουμηίῳ Μάγνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Ταπεθέως Πτολεμαίου τοῦ Ζηνᾶ ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. τῆς εἰς ἅπαντας εὐεργεσίας, ἡγεμὼν μέγιστε, καὶ αὐτὴ γυνὴ ἀβοήθητος καὶ μηδεμίαν βοήθειαν ἔχουσα εἰ μὴ ὑπὸ σοῦ τοῦ κυρίου τὴν ἐπὶ σὲ καταφυγὴν ἐποιησάμην. τὸ δὲ πρᾶγμα ἔχει οὕτως· πάντων τῶν κυρίων ἡμῶν αὐτοκρατόρων καὶ τῶν κατὰ καιρὸν ἡγεμόνων κελευσάντων πρωτοπραξίαν ἔχειν τὰς προοῖκας ἐγὼ μόνη παρὰ τὰ διατεταγμένα ὑπὸ τῆς τοῦ ἀνδρός μου Λιμναίου ἀδελφῆς Ἑλένης ἱκανῶς διετέθην ἐναντιουμένης τοῖς καθολικῶς διατεταγμένοις. ὁπηνίκα γὰρ συνηρχόμην τῷ προγεγραμμένῳ μου ἀνδρὶ Λιμναίῳ τῷ ιε ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου προσηνενκάμην αὐτῷ προοῖκα ἐν δραχμαῖς ἐν νακοσίαις , δηλωθέντος διʼ ἧς προείθη μοι ἀσφαλείας, ἐὰν γένηται μὴ εὐτονῆσαι αὐτὸν ἀ ποδοῦναί μοι τὴν προοῖκα, λαβεῖν με τὸ ὑπάρχον αὐτῷ ἐν τῇ προγεγραμμένῃ Καρανίδι δίμοιρον μέρος πατρικῆς οἰκίας καὶ αὐλῆς καὶ χορτοθήκης καὶ ἐκ τοῦ πρὸς ἀπηλιώ τὴν μέρους ψιλὸνψειλὸν τόπον, δηλωθέντος διὰ τῆςαυτῆς αὐτῆς ἐνγράφου ἀσφαλείας ἀποδώσειν με Σισόιτι δανειστῇδανιστῇ αὐτοῦ ἐπὶ τοῖς προκειμένοις δραχμὰς ἑκατόν . ἐπεὶ οὖν οὗτος μὲν μετήλλαξεν, ἐγὼ δὲ ἀπέδωκα τὰς δραχμὰς ἑκατὸν καὶ ἔσχον ἀποχὴν ἐδημίω σα αὐτὸἐδημηωσαυτὸ τὸ δηλούμενον τοῦ ἀνδρός μου χειρόγραφον τῷ ιδ ἔτει τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Αὐρηλίου Ἀντωνείνου καὶ μετέδωκα τῇ τούτου ἀδελφῇ καὶ κληρονόμῳ τῇ προγεγραμμένῃπρογεγραμμενης λέγουσα εἴη μὲν οὖν αὐτὴν ἀκολούθως ταῖς ἡγεμονικαῖς καὶ αὐτοκρατορικαῖς διατάξε σιν εὐγνωμονεῖν καὶ ἢ ἀποκαταστῆσαί μοι τὰ ὑπάρχοντα ἢ τὸ ἀργύριον ἀποδῶναι. ἡ δὲ ἐτόλ μησεν μεταδῶναί μοι ἀντίρρησιν διʼ ἧς ἐνετινα πρὸς τὴν ἰδίαν ἐπιθυμίαν. ἄχρι δὲ οὗ ἂν τὰ ἑξῆς ἐπιτελῶ διὰ τοῦ ξενικῶν πράκτορος ἀκολούθως ᾗ παρεκόμισα ἐνεχυρασί ᾳπράκτορος υη παρεκόμισα ἐνεχυρ υυω τινα ὑπὸ πάντων οἷς καὶ μεροσς κληρονόμου γεναμέν ντι ἐτόλμησεν ἀπ τοῖς καθολικῶς διατεταγμένοις τῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου πατρε οὐ γὰρ τους εινοτCross-references (3)
- TM-Text 9420 primary
- DDbDP-Text bgu;3;970int tier-1
- HGV-Text 9420 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.