Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.3.987

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους πέμπτου Τιβερίου Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Στοτοήτιος ὡς ἐτῶν στερας κα χειρὶ δεξιᾷ Χαιρήμονι Σωκράτους ὡς ἐτῶν οὐλὴ πεπρακέναι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς ἀεὶ τὴν ὑπάρχουσαν αὐτῷ δούλην ᾗς ὄνομα Εὐδαιμονὶς ἣ καὶ ὡς ἐτῶν ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου καὶ ἀπέχειν τὸν Στοτοῆτιν παρὰ τοῦ Χαιρήμονος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς χιλίας καὶ βεβαιώσειν αὐτὸν τῷ Χαιρήμονι καὶ τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην αὐτῷ ὡς πρόκειται δούλην Εὐδαιμονίδα τὴν καὶ πάσῃ βεβαιώσει πλὴν δρασμοῦ καὶ παρεχέσθωπαρεχέσθωι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ὀφειλήματος δημοσίου μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀπὸ δὲ ἰδιωτικῶν καὶ καὶ μηδένα ἐμποιούμενον αὐτῆς μηδὲ μέρους αὐτῆς μηδὲ τρόπῳ μηδενὶ μηδὲ κωλύοντα Χαιρήμονα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ ὑποτιθέντας καὶ ἐξαλλοτριοῦντας καὶ χρωμένους αὐτοῖς ὡς ἐὰν αἱρῶνται αι, πρὸς δὲ τὰ προκείμενα μηδὲν τὸν Στοτοῆτιν ἐπικαλεῖν μήδʼ ἐνκαλεῖν μήδʼ ἐπελεύσεσθαι ἐπὶ τὴν πεπραμένην καθὼς πρόκειται δούλην Εὐδαιμονίδα τὴν καὶ ὅτι δʼ ἂν τούτων παραβῇ ὁ Στοτοῆτις, ἀποτισάτωἀποτισάτωι τῷ Χαιρήμονι ἥν τε ἀπείληφεν τιμὴν καὶ ἀνηλωμένα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς δισχιλίας καὶκὰ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια εἶναι. ὑπογραφεῖς τοῦ μὲν Στοτοήτιος Σαταβοὺς καλ Στοτουῆτις Στοτουήτιος ὁμολογῶ πεπρακέναι Χαιρήμονι Σωκράτους ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς ἀεὶ τὴν ὑπάρχουσάν μοι δούλην ἧς ὄνομα Εὐδαιμονὶς ραεις ὡς ἐτῶν δ ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλή ρους παραχρῆμα διὰ χειρὸςχιρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς χιλίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει πλὴνπλη δρασμοῦ καθὼςκαθὸς πρόκειται ἔγραψα ὑπὲρ αὐτοῦ ρι Demotic Χαιρήμων Σωκράτους εικο ἔτων Μεχεὶρ ἀναγέγραπται διὰ τοῦ κ γραφείου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.