Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.3.912
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ξανδικοῦ ιγ Μεχεὶρ ιγ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Στοτοῆτις Ὥρου ὡς ἐτῶν τριάκοντα οὐλὴ χειρὶχερὶ χερ δεξιᾷ Φάσι τι Σαταβοῦτος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐ τῶν τριάκοντα πέντε τὴν ὑπάρχουσαν αὐτῷ ὄνον θήλειαν τελείαντελέαν λευκόχρουν καὶ πῶλον λευκό χρουν ἀξίας τῆς μὲν ὄνου ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ τοῦ πώλου δραχμῶν τεσσαράκοντα ὀκτώ , ἃ καὶ παρείληφεν ὑ γιῆὑγῆ ἀσινῆ εὐτροφοῦντα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἕως Μεσορὴ ἐπαγομένων ε τοῦ ἐνεστῶτος ἐννεακαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ εἰς πᾶνπαντα ὃ ἐὰν αἱρῆται, φόρου ὄντος κατὰ μῆνα ἀργυρίου δραχμῶν τριῶν , τῶν δὲ τροφείων καὶ ποτισμοῦ καὶ παντὸς τελέσματος καὶ προνοίας πρὸς τὸν μεμισθωμένον Φάσιν, ἐφʼ ᾧ ἐπιθήσειἐπιθήση τὸ κατιὸνκαθὸν ἔνγονον, καὶ μετὰ τὸν χρόνον παραδότω ὁ Φάσις τὰ ὀνικὰ κτήνη ὡς καὶ παρείληφεν εὐτροφοῦνταεὐτροφουσας ὑγιῆὑγῆ ἀσινῆ ἢ τὰς ἑστα μένας τιμὰς ὡς πρόκιται ἀποτάκτου φόρου κατὰ μῆνα ἐπὶ μῆνα, τῆς πρά ξεως οὔσης τῷ Στοτουήτι ἔκ τε τοῦ με μισθωμένου καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῷ πάντων καθάπερ ἐκ δίκης. βεβαιοῖ ὁ Στοτουῆτις. ὑπογραφεύς· Χαριμέδων χου ὡς ἐτῶν τριάκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἡ συνγραφὴ κυρία ἔστω. Demotic Φάσις Σαταβοῦτος Πέρσης τῆς ἐπιγονῆς με μίσθωμαι παρὰ ΣτοτοήτιοςΣτοθουητις τοῦ Ὥρου τὴν ὑπάρχουσαν αὐτῶι ὄνον θήλεαν τελείαν λευκόχρουν καὶ πῶλον λευκόχρουν ἄρρενα πωπῶλον ἕτερον μυούχουν ἕως Μεσορὴ ἐπαγομένων πέμπτηςπέμβτης ἡμέρας ἐπ φόρου τοῦ παντὸς κατὰ μῆνα ἀργυρίου δραχμὰς τρεῖς , τῶν δὲ τροφῶν ὄντων χου δημοσίων πρὸς ἢ ἀποδώσω ἀργυρίου δραχμὰς ἑκατὸν εἴ κοσι τῆς μὲν ὄνου καὶ τοῦ πώλου δραχμὰς τεσσαράκοντα ὀκτὼὀκτὼι καθὼς πρόκειται. γράμματα Μεχεὶρ ιγ η γράμματα.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.