no image
DDbDP-text
Pachtangebot via HGV-meta
Offer to lease catoecic land near Kerkesephis. An offer by Aurelius Syros, son of Heron, to lease from Aurelius Eudaimon alias Ammonios of Antinoopolis 4 1/4 arouras of catoecic land near Kerkesephis in the Arsinoite nome for two years. He offers 15 artabas of wheat a year plus 40 drachmas for green fodder, with the landowner paying the public taxes. machine translation
Linked by Trismegistos ID
TM 31010.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Εὐδαίμωνι τῷ καὶ Ἀμμωνίῳ Πλουτίωνος Ἀντινοεῖ παρὰ Αὐρηλίου Σύρου τοῦ Ἥρωνος μητρὸς Τεφροσᾶτος ὥς φησιν ἀπὸ τῆς μητροπόλεως.
βούλομαι μισθώσασθαι παρὰ
σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην
Κερκαισῆφι κλήρου κατοικικοῦ
ἀρούρας τέσσαρας τέταρτον ἢ
ὅσαι ἐὰν ὦσι ἐν τόπῳ λεγομένῳ
Χηνᾶ εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος γ ἔτους ἐκφορίου κατʼ ἔτος πυροῦ ἀρτάβας δέκα πέντε σύν
αἷς λήμψομαι σπερμάτων
πυροῦ ἀρτάβαι δύο, καὶ χλωροφόρου ἀργυρίου δραχμὰς τεσσαράκοντα, καὶ τὸν φόρον ἀποδώσω ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς κώμης
μέτρῳ χαλκῷ Ἀβουτᾶτος τῆς
μετρήσεως γινομένης διά τινος
τῶν σῶν, τὸν δὲ χλωροφόρον
μηνὶ Φαμενὼθ τῶν δημοσίων πάντων πρὸς σὲ τὸν γεοῦχον χωρὶς φορέτρων, καὶ μετὰ
τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ὡς παρέλαβον,
ἐὰν φαίνηται μισθώσασθαι.
ἔτους β Μεσορὴ κε. Σύρος ἐτῶν ξ
οὐλὴ ὀφρύι ἀριστερᾷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.