no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Sarapion to Herakleides about debts, warning him to beware of the Jews. A private letter from Sarapion to Herakleides in Alexandria, advising him how to handle a debt problem by courting a certain Ptollarion and seeking help through Diodoros and the prefect's wife. It famously warns him to beware of the Jews, and is dated 4 August AD 41, in the first year of Claudius. machine translation
Linked by Trismegistos ID
TM 9456.
Each record below describes this same artifact or text from a different angle.
[r]
Σαραπίων Ἡρακλείδῃ τῷ
ἡμετέρῳ χαίρειν. ἔπεμψά σοι
ἄλλας δύο ἐπιστολάς,
διὰ Νηδύμου μίαν , διὰ
Κρονίου μαχαιροφόρου
μίαν · λοιπὸν οὖν ἔλαβον παρὰ τοῦ Ἄραβος τὴν
ἐπιστολὴν καὶ ἀνέγνων καὶ ἐλυπήθην.
ἀκολούθει δὲ Πτολλαρίωνι πᾶσαν ὥραν· τάχα δύναταί σε εὔλυτον ποιῆσαι· λέγε αὐτῷ· ἄλλο ἐγώ, ἄλλο πάντες,
ἐγὼ παιδάριν εἰμί. παρὰ
τάλαντόν σοι πέπρακα
τὰ φορτία μου· οὐκ οἶδα
τί με ὁ πάτρων ποιήσει,
πολλοὺς δανειστὰς ἔχομεν. μὴ ἵνα ἀναστατώσῃς ἡμᾶς, ἐρώτα αὐτὸν
καθʼ ἡμέραν· τάχα δύναταί σε ἐλεῆσαι· ἐὰν μή, ὡς
ἂν πάντες καὶ σὺ βλέπε σεαυτὸν ἀπὸ τῶν Ἰουδαίων. μᾶλλον ἀκολουθῶν
αὐτῷ δύνῃ φιλιάσαι αὐτῷ·
ἰδέ, εἰ δύναται διὰ Διοδώρου
ὑπογραφῆναι ἡ τάβλα διὰ
τῆς γυναικὸς τοῦ Ἡγεμόνος · ἐὰν τὰ παρὰ σεαυτοῦ ποιήσῃς, οὐκ εἶ μεμπτός.
ἀσπάζου Διόδωρον μεγάλως.
ἔρρωσο. ἀσπάζου Ἁρποχράτιον.
ἔτους α Τιβερίου Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς
Καισαρείου ια.
[v]
ἀπόδος εἰς Ἀλεξάνδρειαν
εἰς Σεβαστὴν Ἀγορὰν εἰς τὴν …
…θήκην ὥστε Ἡρακλείδῃ παρὰ Σαραπίωνος
……ωνος τοῦ Σωσιπάτρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.