no image
DDbDP-text
Erneuerung eines Ehevertrags, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18539.
Each record below describes this same artifact or text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Διονυσίας τῆς Διονυσίου ἀστῆς μετὰ κυρίου Ευσιονος τοῦ ὁμοίωςτοῦ καὶ παρὰ Ἀμμωνίου τοῦ Διονυσίου Ἀλεξανδρέως. ἐπεὶ συνόντες ἑαυτοῖς ἔτη ἐχωρίσθημεν ἀπʼ ἀλλήλων, τὰ δὲ νῦν εἰς τὸν αὐτὸν κατην τηκέναι βίον συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ εἴληφεν ὁ Ἀμμώνιος παρὰ τῆς Διονυσίας διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα καὶ ἐνωτίων χρυσῶν ζεῦγοςζεύγη τεταρτῶντετάρτων δύο καὶ ψέλια ἀργυρᾶ δ ἕκαστον ὁλκῆς δραχμῶν δδύω τιμῆςτειμῆς δραχμῶν Δδέκα τιμῆςτειμῆς δραχμῶν Δ καὶ ἐπίσημονκτο τὰ δὲ πάντα εἰς λόγον ἀργυρίου δραχμῶν διακοσίων , ἀπὸ τοῦ νῦν τὸν Ἀμμώνιον χορηγεῖν αὐτὸν τῇ Διονυσίαι τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸνεἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μηδὲ ἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιολίαι τῆς πράξεως γεινομένης τῇ Διονυσίαι ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης, καὶ τὴν δὲ Διονυσίαν συντηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια μήτε ἀπόκοιτον μηδʼ ἀφήμερον γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἀμμωνίου γνώμης μηδὲ φθείρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκονοἶκον μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμωι καὶ ἐν ἡμέραις δὲ χρηματιζούσαις ε ἀφʼ ἧς ἐὰν ἀλλήλοις προείπωμεν, θησόμεθα καὶ διὰ τῶν ἱεροθυτῶν τοῦ συνοικισίου συγγραφὴν καὶ τὰ καθήκοντα καὶ τὸ γεγονὸς ἡμῖνἡμεῖν ἐξ ἀλλήλων παιδίον θῆλυ ᾧ ὄνομα Ἀμμωνάριον ροις δʼ εἰς τὸ παιδίον ὡς ἐὰν ἐπὶ τοῦ καιροῦ κοινῶς κρί νωμενκρείνωμεν ἀξιοῦμεν ἔτους ιζ Καίσαρος Φαρμοῦθι ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.