Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1103
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κόλλημα Πρωτάρχωι παρὰ Ζωίδος τῆς Ἡρακλείδου μετὰ κυ ρίου τοῦ ἀδελφοῦ Εἰρηναίου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἀντιπάτρου τοῦ Ζήνωνος. συνχω ροῦσιν Ζωὶς καὶ Ἀντίπατρος κεχωρίσθαι ἀπʼ ἀλλήλων τῆς συστάσης αὐτοῖς συμ βιώσεως κατὰ συγχώρησιν διὰ τοῦ αὐ τοῦ κριτηρίου τῷ ἐνεστῶτι ιζ ἔτει Καίσαρος Ἁθύρ, ἡ δὲ Ζωὶς ἀπεσχηκέναι παρὰ τοῦ Ἀντιπάτρου διὰ χειρὸςχιρὸς ἐξ οἴκου ἃ εἶχενὃ εἶχεν εἰς φερνάριον ἱματίδια ἐν ἀργυρίου δραχμαῖς ἑκατὸν εἴκοσι καὶ ἐνωτίων χρυσῶν ζεῦγος· εἶναι μὲν αὐτόθεν ἄκυρον τὴν τοῦ γάμου συνχώρησιν, μὴ ἐπε λεύσεσθαι δὲ τὴν Ζωίδα μηδʼ ἄλ λον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἀντίπατρον περὶ ἀπαιτήσεως τοῦ φερναρίου, ἀμφο τέρους δὲ ἐπʼ ἀλλήλους μήτε περὶ συνβιώσεως μηδὲ περὶ ἄλλου μηδε νὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας, ἀφʼ ἧς καὶ ἐξεῖναι τῇ μὲν Ζωίδι συναρμόζεσθαι ἄλλῳ ἀνδρὶ καὶ τῷ δὲ Ἀντιπάτρῳ ἄλλῃ γυναι κὶ ἀμφοτέροις ἀνυπευθύνοις οὖσι, καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκε χωρημένα ἔτι καὶ ἐνέχεσθαι τὸν παραβαίνοντα τοῖς τε βλάβεσιβλάβεσσι καὶ τῷ ὡρισμένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαρμοῦθι β ιθ κόλλημα Πτολεμαι ελ κληςΠτολεμαι κλης Γαβινιου Ἀπολλωνίῳ δάνειονδανη διὰ χειρὸς δραχμῶν ρλονιω ἀρχι καὶ ἐν Ἀλεξανδρέαι τοῦ Φαρμοῦθι πρὸς τὸ βῆμα καὶ ἀπέχειν δαCross-references (3)
- TM-Text 18541 18542 primary
- DDbDP-Text bgu;4;1103 tier-1
- HGV-Text 18541 18542 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.