Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

c.pap.gr.1.11

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κόλλημα Πρωτάρχωι παρὰ Ἁρποχρατίωνος τοῦ Καίσαρος καὶ παρὰ Ἀπολλωνίας τῆς Νανῶτος μετὰ κυρίου καὶ ἐνγύου τοῦ τοῦ ἀνδρὸς Χαιρήμονος τοῦ Πετήσιος. καὶ αὐτοῦ Χαιρήμονος ἐπεὶ τυγχάνει ὁ Ἁρποχρατίων ἐγδεδομένος τῆι Ἀπολλωνίαι δουλικὸν αὑτοῦ παιδίον ἀναίρετον ὑποτίτθιον ὧι ὄνομα Ἀγαλμάτιον, ὥστε τροφευθῆναι ὑπʼ αὐτῆς Ἀπολλωνίας τῷ ἰδίῳ αὐτῆς γάλακτι εἰς τὸν διασταθέντα χρόνον, μηδέπω δὲ τῆς περὶ τῆς τροφείας δουλικοῦ παιδίου ᾧ ὄνομα Ἀγαλμάτιον τοῦ παιδίου ἀσφαλείας γεγονυίας συμβέ βηκεν τὸ τῆς Ἀπολλωνίας τῆς Ἀπολλωνίας γάλα διεφθάρθαιδιεφθαρκεναι, συνχωροῦμεν πρὸς ἑαυτοὺςἑατοὺς ἐπὶ τοῖσδε· ἡ μὲν Ἀπολλωνία πεπληρῶσθαι ὑπὸ τοῦ ἀπεσχηκέναι παρὰ τοῦ Ἁρποχρατίωνος διά τε χειρὸς ἐξ οἴκου καὶ διὰ τραπέζης κατὰ μέρος τὰ κατὰ μῆνα τῶν τῶν ὀκτὼ μηνῶν τροφεῖα δραχμὰς δέκα καὶ μηδὲν ἐνκαλεῖν τῶι Ἁρποχρατίωνι περὶ τούτων κατὰ μηδένα τρόπον, τὸν δὲ καὶ ἐπελευσόμενον ἀποστήσειν αὐτὴν τοῖς ἰδίοις δαπανήμασιν, ὁ δὲ Ἁρποχρατίων καὶ αὐτὸς παρειληφέναι παρὰ τῆς Ἀπολλωνίας τὸ δηλούμενον αὐτοῦ δουλικὸν παιδίον Ἀγαλμάτιον καὶ μηδὲν ἐνκαλεῖν αὐτῇ της δε μήτε τῇ Ἀπολλωνία μήτε τῷ Χαιρήμονι ὑπὲρ τῶν κατὰ τὴν τροφείαν πάντων τροφείας ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, συνέχεσθαι αὐτὸν παραβαίνοντατὸν παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῷ ὡρισμένῳ προστίμωι τὴν δὲ Ἀπολλωνίαν καὶ τὸν Χαιρήμονα ἐκτίνειν τὴν Ἀπολλωνίαν παραβαίνουσαν τοῖς τε βλάβεσι καὶ τῶι ἃ εἴληφεν ἡ Ἀπολλωνία τροφεῖα σὺν ἡμιολίᾳ ὡρισμένῳ προστίμωι ἐκτίνειν δὲ αὐτήν τε καὶ τὸν Χαιρή μονα ἃ εἴληφεν τροφεῖα σὺν ἡμιολίαι ἐπιτίμου καὶ ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας καθάπερ ἐκἐγ δίκης μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας κατὰ μηδένα τρόπον ἔτους κϛ Καίσαρος Ἁθὺρ κε vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.