Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1120
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Διοδώρου τοῦ Ἀκέστορος Θηλείου καὶ παρὰ Ἑρμίου τοῦ Ἀπολλωνίου καὶ τοῦ τούτου υἱοῦ Ἑρμίου καὶ τῆς τοῦ πρεσβυτέρου Ἑρμίου γυναικὸς τοῦ δὲ νεωτέρου Ἑρμίου μητρὸς Ἰσιδώρας τῆς Ἐκ σαρτωνσεπινης μετὰ κυρίου τῆς Ἰσιδώρας τοῦ ἀνδρός. περὶἀνδρός. περὶ τῶν διεσταμένων συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ μεμίσθωνται ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου εἰς χρόνον ἔτη πέντε ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κϛ ἔτους Καίσαρος τὰ ὑπάρχοντα τῷ Διοδώρωι ἐπὶ τῆς κατὰ Κανωβὸν ταινίας ἐν τῷ προσαγορευομένῳ Φοινικῶνι κηποταφία τρία, ἅ ἐστιν κατὰ περί βολον περιτετειχισμένα, ἐφʼ ὧι τελέσουσιν τῷ Διοδώρωι φόρον κατὰ μῆνα ἕκαστον ἀνυπόλογον παν τὸς ὑπολόγου καὶ ἀνηλώματος ἀργυρίου δραχμὰς εἴκοσι τοῦ διαπορευομένου μηνὸς τῇ τοῦ ἐχομέ νου καὶ ἐξαίρετα δὲ τελέσειν κατʼ ἐνιαυτὸν ἕκαστον τῶν ὄντων ἐν τοῖς κηποταφίοις τὰ κράτιστα καὶ βέλτιστα καὶ οὔσης τῆς ἑκάστου γένους ὥρας, ὅταν ἀπαιτῶνται κράμβης καυλοὺς ς σεύτλου πυθμένας ὀκτακοσίους θρυαλίδας συμμίκτους τριακοσίας καυλοὺς διακοσίους παντους ἑκατὸν κολοκύντας πεντήκοντα φοίνικας χιλίους ῥαφάνουςῥεφάνουςεφνους λαμπάδας τριακοσίας ἑψανῶν ταγὰς τριάκοντα ἀσπαράγου δεσμοὺς κοχλι δίων χοίνικας δέκα ταγὰς δέκα πέντε πράσου γλυκέως ταγὰς πεντήκοντα κεφαλωτὰ α σταφυλῆς βοτρύας ἑξήκοντα παλίουρα δισχίλια σῦκα δισχίλια υξων καλάθια πέντε στελεις χλωρὰς ἑκατὸν πασερας πεντήκοντα κάλλυνθρα φοινίκων καὶ παργας τ ἢ ἐκτίνεινἐκτίνιν αὐτοὺς ὧν ἐὰν μὴ ἀποδῶσιν ἐξαίρετα τῶν προκειμένων τατα δʼ εἴληφαν ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου διὰ χειρὸς ἐξ οἴκου εἰς τὴν τῶν κηποταφίων καταφυτείαν καὶ ἐπιμέλειαν χρῆσιν ἀργυρίου Πτολεμαικοῦ δραχμὰς διακοσίας ἀτόκους, ἀνθʼ ὧν καὶ παραδοῦναι αὐτοὺς μετὰ τὸν πενταετῆ χρόνον τῷ Διοδώρωι ἐπὶ τοῖς κηποταφίοις συντίμησιν λαχανείας καὶ ἐνφανικὸν, ἐὰν δὲ ἡ χρῆσις τῶν διακοσίων δραχμῶν παρεθῇ συντίμησις ἔσται τὸ ὑπὲρ τῶν μεμισθωμένων ειαρδς ἐν ἡμέραιςητεραις ἑξήκοντα, παρείληφαν δὲ οἱ μεμισθωμένοι τα το μίαν μίαν φοινικίνην καὶ καρπῶν δύο καὶ θύρας καὶ κλεῖς καὶ κηκον ταξερματια, ὥστε παραδοῦναι αὐτοὺς τῷ Διοδώρωι μετὰ τὸν χρόνον, τῶν ἐπισκευῶν τῆς ἀντλίας καὶ τῶν κηλωνείων ὁσάκις ἐὰν δέῃ καὶ τῶν τροχῶν ὄντων πρὸς τὸν Διόδωρον, ἀντέχεσθαι τοὺς μεμισθωμένους τῶν ὄντων ἢ ἐσομένων ἐπὶ τὸν χρόνον καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι διορθουμένους τοὺς φόρους καὶ τὰ ἐξαί ρετα καὶ ποιεῖσθαι τοὺς μεμισθωμένους τὴν προσήκουσαν ἐπιμέλειαν καὶ κατεργασίαν καθʼ ὥραν καὶ κατὰ καιρὸν ἀρεστῶς σκάπτοντας καὶ ποτίζοντας κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς κατανεύων τῇ κατὰ καιρὸν λαχανείᾳλαχανήᾳ καὶ μὴ χερσεύειν μηδὲ καταβλάπτειν μηδὲ παραλιπεῖν ἔργον μηδὲμηδενἔργον μηδὲμηδεν τῶν πρὸς εὐεργίαν ἀνηκόντων, ποιεῖσθαι δὲ καὶ τῶν ὄντων δένδρων τὴν ἁρμόζουσαν ἐπιμέλειαν εἰς τὸ ζωφυτεῖν καὶ εὐθηνεῖν καὶ μηδὲν ἀπʼ αὐτῶν ἐκκόπτειν, ἀντὶ δὲ τῶν ἐγλειπόντων ἕτερα ἀντι καταφυτεύειν τὰ αὐτὰταυτὰ γένη αὐτενίαυτα μηδενὶ χείρονα, μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ διέλκειν τοὺς φόρους, διελθόντος δὲ τούτου παραδοῦναι αὐτοὺς τὰ μεμισθωμένα σύμφυτα καὶ εὐθηνοῦντα, τὰς δὲ θύρας καὶ τὰ κηλώνεια, ἔτι δὲ καὶ κατα πεφυτευμένους ἁλικακκάβων πυθμένας διακοσίους χωρὶς τῆς προκειμένης συν τιμήσεως, οὓς καὶ εἶναι τοῦ Διοδώρου ἐξαιρέτους τῆς συντιμήσεως, εἰσαξουσι δὲ καὶ τὰ ἐκ τῶν μεμισθωμένων λάχανα εἰς τὴν πεζὴν καὶ παραδώσουσιν καθαρὰ καὶ εὐθηνοῦντα καὶ κεκορισμένα , ἐὰν δέ τι παραβαίνωσιν, ἐκτίνεινἐκτίνιν αὐτοὺς ὃ ἐὰν ἐνοφειλήσωσιἐνοφιλήσωσι τῶν φόρων ἔτι δὲ καὶ τὰς τῆς χρήσεως ἀργυρίου δραχμὰς διακοσίας τόκους διδράχμους τῆς μνᾶς κατὰ μῆνα καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς τριακοσίαςεξακοσιας γεινομένης τῆς πράξεως ἔκ τε τῶν τριῶν ἀλληλεγγύων εἰς ἔκτισινἔκτεισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι ἐξουσίας οὔσης τῷ Διοδώρῳ, ἐὰν ἔν τινι παρα συγγράψωσιν ἐγβάλλειν αὐτοὺς ἐκ τῆς μισθώσεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιούντων δὲ αὐτῶν ἕκαστα ἀκολούθως καὶ τὸν Διόδωρον βεβαι οῦν αὐτοῖς τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον καὶ τὴν ἀντλίαν ἐνρη καὶ τὸ ὕδωρ τὴν ἐν τῇ ἀντλίᾳ πηγὴν, τοὺς δὲ μεμισθωμένους χωρὶς πάντων τῶν προκειμένων διδόναι κατὰ μῆνα ἕκαστον τὸ ἐπιβάλλον δουναι τὰ μεμισθωμένα καὶ μηδὲν τὸν Διόδωρον παραλιπέσθαι τῶν επα προκειμένων ἢ ἔνοχον εἶναι τῷ ἴσῳ ἐπιτίμωι, τὰ δὲ λείψανα τῶν μετεώρωνμετεων καρπίων τὰ ὄντα ἐντὸς μηνῶν σμενουθτου ὁ Διόδωρος μερος χρόνον συνήλλαχεν τοῦ ἐνεστῶτος καὶ τῶν ἐωνημένων α τοῦ Διοδώρου καθʼ ἣν ἔχει συνχώρησιν, ἐὰν δὲ οἱ μεμισθωμένοι ἐγβαίνωσιν μετὰ τὸν χρόνον τῆς μισθώσεως, μενεῖ ἡ τῶν α καρπῶν συνάλλαξις ἕως τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐσχάτου ἔτους οἷς ἐὰν οἱ μεμισθωμένοι συναλλάξωσι. ἔτους κϛ Καίσαρος Ἁθὺρ κη.Cross-references (3)
- TM-Text 18562 primary
- DDbDP-Text bgu;4;1120 tier-1
- HGV-Text 18562 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.