Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1126
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Ταφεσιήους τῆς Βουκόλου μετὰ κυρίου Πρω τάρχου τοῦ Δωρίωνος Ζηνείου καὶ παρὰ Πρωτάρχης τῆς ρ ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀνδρὸς ὁμομητρίου ἀδελφοῦ Σεν Διομήδους. συγχωρεῖ ἡ Πρωτάρχη ἔχειν παρὰ τῆς Ταφεσιήους δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατόν, ἀντὶ δὲ τούτων καὶ τῶν τόκων αὐτῶν καὶ δεόντων καὶ ἱματισμοῦ ἐπάναγκες τὴν Πρωτάρχην ἐπὶ χρόνον ἔτη τρία ἀπὸ Μεχεὶρ τοῦ ἐνεστῶτος δευ τέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος παραμενεῖν τῇ Ταφεσιῆτι ἐν ᾧ κέκτηται αὐτὴ ἡ Ταφεσιὴς ζυτοπωλίωι ἐπιτελοῦσαν τὰ ἐπιταχθησόμενα αὐτῇ ἐν τούτωι ὑπὸ τῆς Ταφεσιῆτος ἀκαθυστερήτως μὴ γεινομένη μήτε ἀπόκοιτος μηδʼ ἀφήμερος ἀπὸ τῆς Ταφεσιῆτος ἄνευ τῆς αὐτῆς γνώμης, ἅτε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσειν καὶ ἀποδώσειν ταῦτα τῇ Ταφεσιῆτι ἢ ἐκτίνεινἐκτίνιν τὴν ἑκάστου ἀξίαν πλὴν συμφανοῦς ἀπωλείας ἧς καὶ φανερᾶς γενηθείσηςγενηθίσης ἀπολελύσθω, καὶ μὴ ἐκλείψεινἐγλείψιν τὴν παρμονὴνμίσθωσιν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ, ἐκτίνεινἐκτίνιν αὐτὴν τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν σὺν ἡμιολίαι καὶ τόκους διδράχμους καὶ τὸ βλάβος καὶ δαπάνημα καὶ ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν τῆς πράξεως οὔσης τῇ Ταφεσιῆτι ἔκ τε αὐτῆς Πρωτάρχης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ καθάπερ ἐκἐγ δίκης, καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι, καὶ τὴν δὲ Ταφεσιῆν ἐπιτελούσης αὐτῆς Πρωτάρχης ἕκαστα ἀκολούθως τρέφειν καὶ ἱματίζειν αὐτὴν ἐπὶ τὸν χρόνον καὶ μὴ ἀποτρείψασθαι ἐντὸς τούτου, οὗ καὶ διελθόντος μηδὲν ἁπλῶς λαβοῦσαν ἀπολύσειν αὐτὴν τῆς ἐκτίσεωςἀποδόσεως ἐκτίσεωςσεως τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν καὶ προσδώσειν αὐτῇ ἐκ τοῦ ἰδίου ἄλλας ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ λύσιν ποιήσεσθαι τῆσδε τῆς συγχωρήσεως ἢ τῶι ἴσῳ ἐπιτίμωι ἔνοχον εἶναι. ἀξιοῦμεν μες Ταφεσιὴς συνχωρῶ καθάπερκατάπερ γεγραμ μένα Πρώταρχος ἐπιγέγραμμαιἐπιγέγραμα κύριος αὐ τῆς καὶ γέγραφα ὑπὲρ αὐτῆς διὰ τὸ αὐ τὴν μὴ εἰδέναι γράμματαγράματα Πρωτάρχη συνχωρῶ κατὰ τὰ προγεγραμμέναπρογεγραμένα ρος ἐπιγέγραμμαι κύριος καὶ γέγραφα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματαγράματα ἔτους κβ Καίσαρος Ἁθὺρ ιζCross-references (3)
- TM-Text 18569 primary
- DDbDP-Text bgu;4;1126 tier-1
- HGV-Text 18569 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.