Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1121dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πρωτάρχωι παρὰ Διονυσίας τῆς Ἀχιλλέως ἀστῆς μετὰ κυρίου Εὐδήμου τοῦ καὶ παρὰ Ἱέρακος τοῦ Τιθοήους καὶ Πάπου τοῦ Ἀνδρονίκου ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. περὶ ὧν διεστάμεθα συγχωροῦμεν πρὸς ἑαυτοὺςἑατοὺς ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ μεμίσθων ται ὅ τε Ἱέραξ καὶ Πάπος παρὰ τῆς Διονυσίας εἰς ἔτη τρία ἀπὸ Θῶυθ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῇ τε καὶ τῷ ἀφήλικι αὐτῆς υἱῷυἱος Ἀχιλλεῖ Πτολεμαίου περὶ Ἀρσινοίδα τὴν καὶ Εὐρυλόχου ἐν τῶι λεγομένωι Κόλπωι, ὃ προεῖχεν Ἱέραξ ὁ Ἱέρακος ἐπὶ τοῖς οὖσι ὁρίοις, ὃ προσκυρεῖ τῆι λεγομένῃ Βαθείαι καὶ τοῖς ἐπικαλουμένοις Διοικητοῦ καὶ τῶι Πισατ καὶ Ἐμουει καὶ ἐπί τι μέρος Τελκαρωρ ἕλος παπυρικὸν φόρου ἑσταμένου κατʼ ἐνιαυτὸν ἕκαστον ἀνυπολόγου παντὸς ὑπολό γου καὶ ἀνηλώματος ἀργυρίου Πτολεμαικοῦ δραχμῶν πεντακισχιλίων, ἐφʼ ὧι διορ θώσονται ταύτας τῆι Διονυσίᾳ κατʼ ἔτος διδόντες ἀπὸ Θωῦθ ἕως Μεχεὶρ κατὰ μῆνα ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα, ἀπὸ δὲ Φαμενὼθ ἕως Μεσορὴ κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς πεντακοσίας ὀγδοήκοντα τρεῖς δύο ὀβολούς, ἐπὶ τούτοις ἀντέχεσθαι αὐτοὺς τῆς μισθώσεως ἐπὶ τὸν χρόνον μὴ ἐξόντος αὐτοῖς διδόναι τοῖς κατεργαζομένοις τὴν μίσθωσιν ἐργάταις πλεῖον τῶν διδο μένων ἐν τῶι Κόλπωι κατέργων, τελέσουσι δὲ καὶ ἐξαίρετα κατʼ ἐνιαυτὸν ἕκαστον φορτία παπυρικὰ ἑξάγκαλα ἑκατόν, ἐργάζεσθαι δὲ τὰ μεμισθωμένα τὰ μὲν ἐπιτήδεια σκευουργοῦνταςσευουργοῦντας, τὰ δὲ λοιπὰ τῇ καθηκούσῃ εὐνοίᾳ καὶ μὴ δικολ σειν απαρανθινολογήσειν μηδὲ βαριοτομήσειν μηδʼ ἐπὶ μέρει ἐργάσεσθαι μηδὲ σχοινικὰ πωλεῖν μηδὲ ἑτέροις μεταμισθοῦν μηδὲ κατανε μεῖν ἐν τῶι ἕλει κτήνη μήτε ἴδια μητʼ ἀλλότρια, ἃ δʼ ἐὰν καταλαμβάνωσιν ἐκστήσειν τοῖς ἰδίοις αὐτῶν δαπανήμασι καταβαλεῖνμεταβαλεῖνἐπιβαλεῖν βαλεῖν δὲ τὸ ἕλος ἐν τοῖς καθή κουσι καιροῖς, ἔτι δὲ καὶ τοὺς καθʼ ἑαυτοὺς ποταμοὺς καὶ τὰς πλαγίους διώρυγας παραθά ψειν καὶ ὀρύξειν καὶ μεταβαλεῖν καὶ παρέξεσθαι πλωτὰς οἵας καὶ παρείληφαν τοῖς ἰδίοις ἀνηλώμασιν, ἐὰν δὲ συμβῇ αὐτοῖς πρ ἔφοδον γενέσθαι ἢ κατακλυσμὸν ἢ ξυλείας ἐκκοπὴν ἢ κατὰ πόλεως αἴτιον ἢ ἐκ δημοσίου φόρων αφς ἢ ἐποχὴν ἢ πρὸς ἢ ἀπὸ θεοῦ γένηταί τι περὶ τὴν μίσθωσιν αἴτιον, οὐδὲν τούτων ἔσται πρὸς τὴν Διονυσίαν καὶ μὴ ἐξεῖναι τοῖς μεμισθωμένοις ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι τούτων παραβαίνωσιν, εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ καὶ ἐκτελέσαι καὶ ἐκτεῖσαι τῇ Διονυσίᾳ, ἃ ἐὰν ἐνο φειλήσωσι πρὸς τοὺς φόρους σὺν ἡμιολίᾳ καὶ ἑκάστου φορτίου οὗ ἐὰν μὴ ἀπο δῶσιν τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ ἐξεῖναι τῆι Διονυσίᾳ παρασυγγραφοῦνταςπαρασυγγραφούντων αὐτοὺςαὐτῶν ἐκβάλλεινἐγβάλλειν ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν τῆς πράξεως γινομένης τῆι Διονυσίᾳ ἐκ τῶν μεμισθωμένων καὶ ἐξ ἑνὸς καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν καὶ σκέπης πάσης, ἐπιτελούντων δʼ αὐτῶν κατὰ τὰ προγεγραμμένα καὶ τὴν Διονυσίαν παρέξεσθαι αὐτοῖς τὴν μίσθωσιν ἀπερίλυτον ἐπὶ τὸν χρόνον καὶ ἐάσειν αὐτοὺς τὰ ἐξ αὐτῆς ἀποφέρεσθαι εἰς τὸ ἴδιον μηδʼ ἐγβάλλειν αὐτοὺς ἐντὸς τοῦ χρόνου μηδὲ πλεῖον μηδὲν πρᾶξαι ἢ καὶ αὐτὴν ἐκτίνειν τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ ἴσον ἐπίτιμον καθάπερ ἐκἐγ δίκης χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, τὰ δὲ ἑκατὸν φορτία παραδώσουσιν οἱ μεμισθωμένοι ἐπὶ τοῦ Ανολμεθιου ὅρμου. ἀξιοῦμεν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.