no image
DDbDP-text
Darlehn mit Pfand, Alexandrien via HGV-meta
Loan of 600 drachmas with a slave as security. A loan agreement submitted to Protarchos, head of the court at Alexandria, in which Eirene, assisted by her brother Patroklos, acknowledges receiving 600 silver drachmas from Dionysios at monthly interest, repayable within six months. Her person, her property and her slave Erotion stand as security, in 14-13 BC under Augustus. machine translation
Linked by Trismegistos ID
TM 18593.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
παρὰ Διονυσίου τοῦ Διονυσίου καὶ παρὰ Εἰρήνης τῆς
Πατρόκλου Περσίνης μετὰ κυρίου τοῦ ἀδελφοῦ τοῦ Πατρόκλου τοῦ Ἀμμωνίου. περὶ τῶν
διεσταμένων συνχωρεῖ ἡ Εἰρήνη ἔχειν παρὰ
τοῦ Διονυσίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου
Πτολεμαικοῦ δραχμὰς ἑξακοσίας τόκων
ἐννεοβόλων τῆς μνᾶς ἑκάστης τοῦ μηνὸς ἑκάστου, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ
ἀπὸ Μεχεὶρ τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος διδοῦσα τὸν μὲν τόκον κατὰ μῆνα εὐτάκτως τὸ δὲ κεφάλαιον ἐν τῶι ἐσχάτωι μηνὶ ἄνευ
πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτὴν
παραχρῆμα ἀγωγίμην καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον
σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς,
τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους,
τῆς πράξεως γινομένης τῶι Διονυσίωι
ἔκ τε αὐτῆς Εἰρήνης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης,
ἔτι δὲ καὶ ἐκ τῆς ὑπαρχούσης τῇ Ἰρήνῃ
δούλης Ἐρωτίου, καθʼ ἧσπερ καὶ ἀναδέδωκεν
αὐτῶι Διονυσίωι ἐν ὑπαλλάγματι ἣν ἔχει
…………νειας ἀπογραφὴν καὶ μέχρι τοῦ διευλυτῆσαι παρέξεσθαι αὐτὴν
ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον,
ἐὰν δὲ συμβῇ διαδρᾶναι αὐτὴν ἢ καὶ παθεῖν
τι ἀνθρώπινον, καὶ οὕτως εἶναι τὸ δάνειον καὶ
τοὺς τόκους ἀκίνδυνον παντὸς κινδύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ
πίστεων πασῶν σκέπης πάσης καὶ α…προκ[…]
[… 4 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.