no image
DDbDP-text
[1]
βασιλέως προστάξαντος
[…]αμεθα τοὺς κατοίκους ἱππεῖς τετηρηκότας
τὴν ἀπὸ τῶν προγόνων εἰς τὰ πράγματα εὔνοιαν καὶ ἐν τοῖς
[…]ἀνάγκῃ ἐπείγουσι καιροῖς τούς τε σιτικοὺς καὶ
χρυσικοὺς στεφάνους ἀνεμποδίστως εἰσενηνοχότας
ἀπολύεσθαι μὲν σὺν γυναιξὶ καὶ τέκνοις καὶ …[…]
[…]ἀγνοημάτων ἁμαρτημάτων καταγνωσμάτων
[…]ων σκεπεστικῶν αἰτιῶν πασῶν ἐπιγραφῶν
ζημιῶν παραλογειῶν ἐπιτίμων προστίμων
[…] τοῦ ιθ ἔτους ὀφειλημάτων βασιλικῶν πάντων
[…]ουλ[…] τισὶν τούτων προσηγμένοις
[…]ἀπὸ τοῦιϛ ἔτους· μένειν δʼ αὐτοῖς οὓς κατεσχήκασι κλήρους καὶ τοῖς ἐνγόνοις σὺν τοῖς σταθμοῖς
[…]ἀσυκοφαντήτοις καὶ ἀκατηγορήτοις καὶ ἀνεπιλήμπτοις πάσης αἰτίας οὖσιν
[… ? lines lost …]
[2]
βασιλικά. ἐὰν δέ τινες ἐξ αὐτῶν τελευτήσωσι
ἀδιάθετοι, ἔρχεσθαι τοὺς κλήρους τούτων εἰς
τοὺς ἔγγιστα γένους καθότι καὶ ἐπὶ τῶν Ἀρσινοειτῶν ἐστιν. καὶ τοὺς ἀμπελῶνας καὶ παραδείσους
ὧν τετελέκασι εἰς τὴν τοῦ κα ἔτους γεωμετρίαν δύσβροχον διὰ τὸ λίαν ὑψηλὴν εἶναι καὶ εἰς ἀμπέλου καὶ παραδείσων φυτείαν καὶ ἄλλα αὐτὰ μένοντα ἀργυρικὰ καὶ σιτικὰ ἀτελείας καὶ ταύταις μερισθείσης. τοῖς θεοῖς ἀνιερώσεων καὶ μισθώσεων δὲ
καὶ εἰς τὸ λοιπὸν μηδένα αἰτεῖσθαι μηδὲ κατακαλεῖσθαι ὑπὸ μηδενὸς κρατήσεις συνίστασθαι
ἀκολούθως τοῖς ἀπὸ συγκρίσεως καὶ ἐπὶ ἄλλα ἐπικεχωρήκαμεν διʼ ἄλλων κατὰ τά τε τίμια καὶ τοὺς ἐθισμοὺς
μηδένα …[…]φ[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.