no image
DDbDP-text
[ctr]
βασιλέως προστάξαντος.
τοὺς κατὰ τὴν χώραν τελοῦντας
τῶι Διονύσωι καταπλεῖν εἰς Ἀλεξάνδρειαν, τοὺς μὲν ἕως Ναυκράτεως ἀφʼ ἧς ἡμέρας τὸ πρόσταγμα ἔκκειται
ἐν ἡμέραις ι, τοὺς δὲ ἐπάνω Ναυκράτεως ἐν ἡμέραις κ καὶ ἀπογράφεσθαι πρὸς
Ἀριστόβουλον εἰς τὸ καταλογεῖον ἀφʼ ἧς
ἂν ἡμέρας παραγένωνται ἐν ἡμέραις
τρισίν , διασαφεῖν δὲ εὐθέως καὶ παρὰ τίνων παρειλήφασι τὰ ἱερὰ ἕως γενεῶν τριῶν καὶ διδόναι τὸν ἱερὸν λόγον ἐσφραγισμένον
ἐπιγράψαντα ἕκαστον τὸ αὑτοῦ
ὄνομα.
[minf]
τοὺς κατὰ τὴν χώραν ἡμῶν […]
τοὺς κατὰ τὴν χώραν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.