Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.4.1200
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ποπλίωι Ὀκταίωι παρὰ Ὥρου τοῦ Τεῶτος καὶ τῶν ἄλλων ἱερέων καὶ Ἀπόλλωνος θεῶν μεγίστων ὄντων ἀπὸ κώμης Βουσίρεως τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. περὶ κώμην ἐτύχομεν ἐδάφη ἔχοντες ἀνιερωμένα καὶ πρόσοδον κατὰ διαδοχὴν τῶν γονέων ἡμῶν πυροῦ ἀρτάβας ἑκατόν. τῶι δὲ ἔτει ἀνειλημμένων εἰς τὸ δημόσιον τῶν ἐδαφῶν διετα σύνταξιν πυροῦ ἀρτάβας ἑκατὸν καὶ ἀπὸ τῶντης προσόδου πυροῦ ἀρτάβας ἑκατόν, ὥστε εἶναι τὰς πάσας διακοσίας κατʼ ἔτος ἀπὸ τοῦ ια ἔτους Καίσαρος μέχρι τοῦ ιθ ἔτους καὶ εἰς τὰς ὑπὲρ τοῦ θεοῦ καὶ κυρίου Αὐτοκράτορος Καίσαρος καθηκούσας θυσίας καὶ σπονδὰς καὶ εἰς τὰς συντελουμένας ὑφʼ ἡμῶν λειτουργίας κατʼ ἔτος ἀργυρίου δραχμὰς διακοσίας ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ ιθ ἔτους Ἀσκληπιάδου τοῦ τὴν πρόσοδον ἀνηγμένου εἰς Ἰταλίαν ἐγδημήσαντος οἱ προστάται καὶ σιτολόγοι Ἡρακλείδης καὶ Διονύσιος ἀμφότεροι ὄντες τοῦ ἀδελφοῦ τοῦ Ἀσκληπιάδου υἱοὶ, ὄντεςὀντων δὲ ἀπὸ κώμης Λινῆ πεισθέντες οὐ μικρῶι κεφαλαίωι παρὰ τῶνυπο των ἐκ τῆς κώμης αὐτῶν ἀπεστέρησαν ἡμᾶς ὧν ἔχομεν ἐκ τῆς προσόδου πυροῦ ἀρταβῶναρταβας ἑκατὸν μέχρι τοῦ ιθ ἔτους Καίσαρος. ὁ προγεγραμμένος δὲ Ἡρακλείδης καὶ Διονύσιος ἐξουσίαν ἔχοντες τῶν Ἀσκληπιάδου ἀνόμως ἀποδέδωκαν τοῖς ἀπὸ Λινῆ μηδέπω ἐσχηκότες ἐκ τῆς προσόδου πυροῦ πλωτας ἡμῶν εἰς πλήρωσιν τῶν ροε πυροῦ ρ τὰς ἡμῶν πυροῦ ἀρτάβας ἑκατὸν καὶ μέχρι τοῦ νῦν διεμώλυσαν δυναστευόμενοι καταδυναστευόμενοιτὸν χρόνον δυναστευόμενοιἡμᾶς στευόμενοι ὑπʼ αὐτῶν. νυνὶνυνεὶ δὲ ἐπισκεψάμενοι τὸ δημόσιον καὶ εὑρόντες διεγβαλλομένας εἰς τὸ ἡμῶν ἱερὸν τὰς προκειμένας πυροῦ ἀρτάβας ἑκατὸν καὶ αὐτῶν τῶν ἀπὸ Λινῆ πυροῦ ἀρτάβας ἑβδομήκοντα πέντε δι ἐπὶ σὲ καταπεφεύ γαμεν τὸν πάντων , ἀξιοῦμέν σε τὸν πάντων σωτῆρα καὶ εὐεργέτην ἀντιλήμπτορα, ὅπως συντάξαισυνταξης κληθῆναι αὐτοὺς ἐπὶ σὲ καὶ διαλαβεῖνδιαλαβης περὶ τῆς ἀληθείας, ὅτι ἀπεστέρεσαναφηρπακασιν ἡμᾶςημων μέχρι τοῦ κη ἔτους πυροῦ ἀρταβῶν ἐνακοσίων καὶ τοῦδε τοῦ κθ ἔτους Καίσαρος πυροῦ ἀρτάβας ρ καὶ τὴν πρόσοδον ἀποδοῦναι ἡμῖνἡμεῖν τὰς κατʼ ἔτος ὑποκειμένας πυροῦ ἀρτάβας ἑκατόν, ἵνʼ ὦμεν ὑπὸ σοῦ εὐεργετημένοι.Cross-references (3)
- TM-Text 18650 primary
- DDbDP-Text bgu;4;1200 tier-1
- HGV-Text 18650 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.