Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.isid.73
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἰουλίῳ Ἰουλιανῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίων Ἰσιδώρου Πτολεμαίου τεσσαραρίουθεσσαλαρίου καὶ Παλήμονος Τιβερίνου κουαδραρίου ἀμφοτέρων ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. αιρ ἡμεῖς ἐλάττονεςἐλάττωναις ἄγροικοι τὰ δεινὰδινὰ πάσχομεν ὑπό τε τοῦ πραιποσίτου τοῦ πάγου Θεοδώρου καὶ τῶν κωμάρχων. καταπλήττουσιν ἡμᾶς, ὅπερ δεικνύειδικνύει τὴν προαίρεσιν τούτων τῶν παμπονήρων ἀνδρῶν, οὗτοι μὲν καταδυναστεύοντες ἐπὶ τῶν τόπων καὶ δέον φοβηθέντωνφοβηθέντας αὐτοὺς τὸ με γαλεῖόν σου συνκρότημαμεγαλώτατον συνκρότημα καθʼ ἡμῶν ποιήσαντες, καὶ ἀπαιτήσειςἀπαιτήσις πεποίηνται ὡς βούλονται μερισμοὺς παρανόμους πλείστους ἐν τῇ κώμῃ οἱ κώμαρ χοι ἅμα τῷ πραιποσίτῳ ὑπὲρ τὰ τριακόσια τάλαντα, καὶ ταῦτα οὐκ οἴδαμεν εἰς ποῖον λόγον ἐχώρησεν. γνῶναι οὖν σε θέλομεν καὶ διὰ τῆς σῆς μισο πονηρίας ἐπεξελθεῖν πρὸς ἐκδικίαν τούτων. ἀλλὰ μὴν καὶ ἀπὸ τιμῆς βυρσῶν καὶ τιμῆς καμήλου ἀργυρίου τάλαντα ἓξ καὶ τιμῆς ἵππου τάλαντα πεντήκοντα, ὡς γίνεσθαι καὶ τούτων ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντα πεντήκοντα καὶ ἓξ καὶ ἀπὸ πλεονασμοῦ ἐκλήψειςἐκλήψις ἀρταβῶν δέκα, καὶ ταῦτα εἰς τὸ ἴδιον ἀπηνέγκαντο. καὶ τοῦ προειρημένου πραιποσίτου Θεοδώρου ἐπικρατήσαντος εἰς τὴν οἰκίαν ἑαυτοῦ θηλυκὰ κτήνη δύο ἀγορασθένταἀγορασθέντων ὑπὸ τῆς κώμης ἀργυρίου ταλάντων τεσσεράκοντα καὶ παρʼ ἑαυτῷ τυγχάνει σήμερον, καὶ ἀπὸ τῶν αὐτῶν θηλυκῶν κτηνῶν δύο μίαν μὲν ἡμῖνἡμεῖν πέπρακεν ἀργυρίου ταλάντων εἰκοσιεπτὰ εἰς πραγματείανπραγματίανγματίαν ἡγησάμενος τὴν κώμην ἡμῶν οὐδὲν, ἀλλὰ καὶ σείσαντοςσίσαντος τὴν κώμην πρό βατα λευκὰ τὸν ἀριθμὸν τριάκοντα καὶ ἀργυρίου τάλαντα τεσσεράκοντα ἑπτά, ἀλλὰ μὴν καὶ τὰ ἡμέτερα ὀνικὰ κτήνη τῆς κώμης ἀγγαρίουςἀνγαρίους ἄνευ μείζονος κελεύσεως εἰς μεταφορὰν φασήλου εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ τὰς ἡσυχίαςἡσυχείας οὐκ ἡμῖν ἐῶν, ἐντυχίαν σοι ποιούμεθα εὐ τυχῶς ἐπιδημήσαντι ἐπὶ τῆς ἡμετέρας πατρίδος πρὸς ἐκδικίανἐκδικείαν τῶν τολμηθέντων. ἐπεὶἐπὶ οὖν οὐ χρὴ προχωρεῖν σεισμοὺςσισμοὺς ποιεῖσθαι ὑπὸ τοῦ πραιποσίτου Θεοδώρου ἀλλὰ καὶ μερισμοὺς ἀλόγους μὴ γενέσθαι ὑπὸ τῶν κωμάρχων ἅμα τῷ αὐτῷ πραιποσίτῳ, διὰ τοῦτο μὴ φέροντες τὰ ἔνγραφα ἐπιδίδομεν τῇ σῇ ἀρετῇ αὐτὰ ταῦτα μεμνημένοιμαιμνημένοι, δεόμενοι καὶ παρακαλοῦντες ὅπως κελεύσῃς διὰ ἱερᾶς σου ὑπογραφῆς ἐπεξελθεῖν, τὸ σὸν μεγαλεῖον, κατά τε τοῦ πραιποσίτου καὶ κωμάρχων περὶ ὧν καθʼ ἡμῶν ἐτόλμησαν. διευτύχει. Αὐρήλιοι Ἰσίδωρος καὶ Παλήμων ἐπιδεδώκαμεν. Αὐρήλιος Ἥρων Μέλανος ἀπὸ ἀμφόδου Φρεμεὶ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτωνἀγραμάτων.Cross-references (3)
- TM-Text 10404 primary
- DDbDP-Text p.cair.isid;;73 tier-1
- HGV-Text 10404 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.