no image
DDbDP-text
[…]ἐνεχύροις καὶ
συνγραφαῖς καὶ γὰρ περὶ τούτων πυθομένου αὐτοῦ παρʼ ἐμοῦ εἰ δυναίμην πορίσαι αὐτῶι ταῦτα, ἐφʼ ὧι
κατὰ κοινὸν τοὺς τόκους ἐκ τοῦ
κατὰ λόγον ἑκάτερος ἡμῶν παρὰ
τοῦ Βιήγχιος λήμψεται, μέχρι
ὧν ἂν χρόνων καὶ τὰ κεφάλαια
προελώμεθαἀποκομίσασθαι
συνεχώρησα δώσειν, ἃ καὶ ἐπιτάξαντος αὐτοῦ παρηρίθμησα τοῖς περὶ τὸν Βιῆγχιν
συνιστορούντων ἑκάστοις
τούτων τῶν τε διασαφουμένων ἀδελφῶν μου καὶ ἔτι
τῆς μητρὸς ἡμῶν. νυνὶ
δὲ τοῦ πατρὸς μετηλλαχότος
τὸν βίον πρὶν ἀποκομίσασθαι
ἡμᾶς παρὰ τοῦ Βιήγχιος τὰ
δάνεια καὶ τοὺς τόκους οἱ ἐγκαλούμενοι οὐχ οἷοί εἰσιν τὴν ἀσφάλειαν μοι δοῦναι τῶν κερμάτων
ὧν ὁ πατὴρ λαβὼν παρʼ ἐμοῦ
ἐξετόκισεν τῶι Βιήγχει
καὶ τὰ ἐπʼ αὐτοῖς ὑπαλλάγματα καὶ ἔτι τὴν συνγραφήν,
ἣν ἔθετο ὁ Βιῆγχις τῶι
πατρὶ διʼ ἧς διασαφεῖται
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.