no image
DDbDP-text
[r]
[… ? lines lost …]
οκο[…]…[…] τοῦ ὑπάρχοντός μοι
φυλακιτικοῦ κλήρου περὶ Τα[…]
τοῦ δὲ πατρός μου μετηλλαχότος
τὸν βίον ἐν τῶι ιθ ἔτει ……[…]
κατʼ ἔτος πρὸς τὸν …ηρα[…]
ἕως τοῦ ἀναχθῆναι ἕως τοῦ …[…]
πυροῦ ἀρτάβας ρν, ὧν καὶ ἔλαβεν συγγραφὴν δανείου, ἀνθʼ ὧν ἐστήσαμεν
ἐπὶ κοινῶν, ὧν τὰ ὀνόματα ὑπόκειται,
κομισάμενον παρʼ ἐμοῦ πυροῦ ἀρτάβας ρ ἀποδοῦναι
ἃς ἔχει ἁπάσας οἰκονομίας, καὶ εἰς
ταύτας μετρήσας αὐτῶι πυροῦ ἀρτάβας ο 𐅵
ἀντείπαντος ταῖς λοιπαῖς πυροῦ ἀρτάβαις κθ 𐅵
πρὸς ἃς παρακατέσχεν τὰς συγγραφάς.
νυνὶ δὲ ἐπιχειρεῖ ἐκτῖλαι τὴν ὑπʼ ἐμοῦ
κατεσπαρμένην λινοκαλάμην. ἀξιῶ
ἐὰν φαίνηται συντάξαι γράψαι τοῖς τῆς
κώμης φυλακίταις μὴ ἐπιτρέπειν αὐτῶι
ἐφάπτεσθαι μηθενὸς τῶν ὑπʼ ἐμοῦ
κατεσπαρμένων μηδὲ βίαιόν τι συντελεῖν μέχρι νέων τοῦ ἐνεστῶτος κβ ἔτους
κομίσασθαι τὰς τοῦ πυροῦ ἀρτάβας κθ 𐅵 ……
ἵνʼ ὦ τετευχὼς τῆς παρὰ σοῦ βοηθείας.
εἰσὶν δὲ οἱ κοινοί
Ξένων Ἀμμωνίου
Ἀπ…[…]
Τ[…]
περι…[…]
Εὐφάνου
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.