no image
DDbDP-text
Dekaprotenquittung via HGV-meta
Linked by Trismegistos ID
TM 9516.
Each record below describes this same artifact or text from a different angle.
ἔτους β τῶν κυρίων ἡμῶν Καρίνου καὶ Νουμεριανοῦ Σεβαστῶν Θῶθ ιζ. Αὐρήλιοι Μύσθης καὶ Ἰσίδωρος ἀρχιερατεύσαντες γυμνασιαρχήσαντες βουλευταὶ δεκάπρωτοι β καὶ γ τοπαρχιῶν Ἡρακλείδου μερίδος. ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ κώμης Φιλαδελφίας ὑπὲρ γενήματος τοῦ διεληλυθότος α ἔτους μέτρῳ δημοσίῳ ξυστῷ σκυτάλης ἐπικειμένης ὀνόματος γυναικὸς Διογένους Τούρβωνος διὰ Αἰοῦς πυροῦ ἀρτάβαι τρεῖς ἥμισυ γίνονται πυροῦ ἀρτάβαι γ 𐅵 Αὐρήλιος Ἰσίδωρος σεσημείωμαι. Αὐρήλιος Μύσθης γυμνασιαρχήσας σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.