no image
DDbDP-text
Quittungshomologie über Teilauszahlung eines Legates via HGV-meta
Linked by Trismegistos ID
TM 9541.
Each record below describes this same artifact or text from a different angle.
ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου μηνὸς ἈπελλαίουἈπελλείου Φαῶφι β ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Κυρίλλα θυγάτηρ Μάρκου Οὐαλερίου Τούρβωνος ἀστὴ διʼ ἐπιτρόπου αὐτῆς συνεσταμένου κατὰ τὸν τελειωθέντατελιωθέντα διὰ Ἀμμωνίου Ἥρωνος συναλλαγματο γράφου ἐπιτροπικὸν Κλαυδίου Οὐιταλίου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα ‡2 μθ οὐλὴ γαστροκνημίῳ ποδὸς δεξιοῦ Λογγινίᾳ Νεμεσίλλῃ χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη ὡς ἐτῶν τεσσάρων οὐλὴ καρπῷ ἀριστερῷ φροντιστρίᾳ υἱῶν αὐτῆς Μάρκων Οὐαλερίων δύο Μοντάνου καὶ Λογγίνου τοῦ καὶ Νουμισσιανοῦ ἀφ ἀπέχειν παρʼ αὐτῆς διὰ χειρὸς ἀργυρίου δραχμὰς τετρακισχιλίας πάσας ἀπὸ ἀργυρίου ταλάντου ἑνὸς ληγᾶτον διαταγὲν αὐτῇ Κυρίλλᾳ ὑπὸ τοῦ τετελευτηκότος αὐ τῆς πατρὸς Μάρκου Οὐαλερίου Τούρβωνος μετηλλαχότος ἐπὶ τοῖς προγεγραμμένοις αὐτοῦ τε καὶ τῆς Λογγινίας Νεμεσίλλης ἀμφοτέρων τέκνοις καὶ κληρονόμοις Οὐαλερίου ἀκολούθως ᾗ ἔθετο Ῥωμαικῇ διαθήκῃ μεθηρμηνευμένῃμεθερμηνευμενης ἑλληνιστὶ κατὰ τὸ δυνατὸν τῷ διεληλυθότι δευτέρῳ καὶ εἰκοστῷ ἔτει καὶ τὰς προανηλωμένας ὑπὸ τῆς Κυρίλλης εἰς περιστολὴν καὶ κηδείανκηδίαν αὐτοῦ ἀργυρίου δραχμὰς τετρακοσίας , ἅσπερ Λογγινία Νεμεσίλλα ἐνελογίσατο αὐτῇ καὶ ἀργυρίου δραχμὰς τετρακισχιλίας τετρακοσίας καὶ μὴ ἐπελεύσεσθαι αὐτὴν περὶ τούτων, μένοντος τοῦ λόγου τῇ Κυρίλλᾳ περὶ τῶν λοιπῶν δραχμῶν χιλίων ἑξακοσίων . αἱ δὲ προκείμεναι τοῦ ἀργυρίου δραχμαὶ τετρακισχίλιαι τετρακόσιαι εἰσὶν ἐκ τοῦ τῆς Λογγινίας Νεμεσίλλης λόγου· εἶναι δὲ τοῦ προκειμένου ἐπιτροπικοῦ τὸ ἀντίγραφον· ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Φαρμοῦθι θ Κυρίλλα θυγάτηρ Μάρκου Οὐαλερίου Τούρβωνος ἀστὴ ὡς ἐτῶν τριάκοντα ἄσημος μετὰ κυρίου τοῦ ἀνδρὸς Σαραπίωνος Ἀμμωνίου τοῦ Διονυσίου Σωσικοσμείου τοῦ καὶ Κλαυδίῳ Οὐιταλίῳ ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ γαστροκνημίῳ ποδὸς δεξιοῦ· συνίστημι κατὰ τόδε τὸ ἐπιτροπικὸν πωλήσοντα τὰ ἐλθόντα εἰς ἐμὲ παρὰ τοῦ πατρός μου καθʼ ἣν ἔθετο διαθήκην Ῥωμαικὴν μέρος τρίτον οἰκίας ἐν κώμῃ Φιλαδελφείᾳ τοῦ Ἀρσινοείτου καὶ δούλην Ἑρμιόνην τιμῆς ἧς ἐὰν εὑρίσκῃ καὶ κομιούμενον τὸ ληγᾶτον διαταγέν μοι ὑπὸ τοῦ αὐτοῦ παρὰ τῶν κατὰ τὴν διαθήκην κληρονόμων ἀργυρίου τάλαντον ἓν καὶ διοικήσοντα, ὅσα προσήκει μοι κατὰ τὴν αὐτὴν διαθήκην, καὶ κομι οῦντα ἐὰν λάβῃς ἀπὸ τοῦ προκειμένου ἀργυρίου ταλάντου ἑνός , τῆς πίστεως τῶν πάντων περὶ σὲ οὔσης μηδεμιᾶς κατοχῆς ούσης μου, οἷς καὶ οὐδὲν ἀντερῶ διὰ τὸ ἐμὲ μὴ δύνασθαι τὴν εἰς ἐκείνους τόπους πορείανπορίαν ποιήσασθαι. Κυρίλλα διʼ ἐμοῦ Κλαυδίου Οὐιταλίου ὁμολογῶ ἀπέχειν ἀπὸ τῶν τοῦ ληγάτου ἀργυρίου ταλάντου ἑνὸς δραχμὰς τετρακισχιλίας τετρακοσίας καὶ οὐκ ἐπελεύσομαι περὶ τούτων, καθὼςκατὼς πρόκιται. Λονγινία Νε μεσίλλα χρηματίζουσα χωρὶς κυρίου τέκνων δικαίῳ κατὰ τὰ ῬωμαίωνῬομαίων ἔθη γέγονεγέγοναι εἰς ἐμὲἐμαὶ ἡ ἀποχή. κγ ἔτους Φαῶφι β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.