no image
DDbDP-text
Linked by Trismegistos ID
TM 4817.
Each record below describes this same artifact or text from a different angle.
[r]
Τρύφων καὶ ἄλλος […]
ἔτους ἑκκαιδεκάτου μηνὸς Ξανδικοῦ Μεχεὶρ ὀγδόῃ ἐν Ἡρακλέους πόλει […]
ὀμνύω βασιλέα Πτολεμαῖον τὸν καὶ Ἀλέξανδρον θεὸν Φιλομήτορα καὶ βασίλισσαν
Βερενίκην τὴν ἀδελφὴν θεὰν Φιλάδελφον καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην
καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεὸν Εὐπάτορα καὶ θεὸν Ἐπιφανῆ
καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς
ἄλλους θεοὺς πάντας καὶ πάσας.
Τρύφων […]ατου Πέρσης τῶν τουα…τε…[…]κατοίκων ἱππέων ……[…]
Πέρσηι τῶν αὐτῶν κατοίκων ἱππέων καὶ συναριθμηθέντι[…]
ἐνμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ πάντα τὰ κατὰ τὴν συγγραφήν,
ἣν τέθειμαί σοι ἅμα τῆι χειρογραφίᾳ ταύτῃ, καθʼ ἣν ἀνωμολόγημαι εὐδοκεῖν τῆι
γεγονυίαι σοι μετεπιγραφῇ ἀπὸ τοῦ κλήρου μου περὶ[…]ὧν παρακεχώρημαί σοι ἀρουρῶν δέκα ὀκτὼ ὧν ὅ τε σχοινισμὸς καὶ οἱ γείτονες
δηλοῦνται διὰ τῆς συγγραφῆς, ἀνθʼ ὧν ηὐχρήστηκας εἰς τὰ τοῦ κλήρου
βασιλικὰ […]… τεμ[…]…[…]ου…[…]
καὶ παρέξεσθαι καθαρὰς ἀπὸ βασιλικῶν πάντων καὶ ἰδιωτικῶν
ὀφειλημάτων καὶ τῶν ἄλλων ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῶν τῆς
μετεπιγραφῆς χρόνων, ἀπὸ δὲ ἄλλων παραχωρήσεων ἐπὶ τὸν ἀεὶ
χρόνον βεβαιῶν πάσῃ βεβαιώσει[…]
[… 1 line lost …]
[v]
… ἔντευξινSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.