Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.12.1408

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[…]β. […] δός. Σώπατρος εἶπεν· ἀρκέσουσί σοι πεντεκαίδεκα . Τρύφων εἶπεν· ἐπὶ τούτῳ μέντοι, ἐὰν ἐντὸς τῆς προθεσμίας ἀπαιτηθῶ, ἔχειν με πρὸς αὐτὸν τὴν ἀγωγήν. Σώπατρος εἶπεν· τοῦτο καὶ χωρὶς ἐντεύξεως καὶ ὑπομνημάτων πάντως ἡ προσφώνησις καὶ ἡ τῆς ἐγγύης ἀναδοχὴ καὶ τὸ χειρόγραφον τὸ ὑπὲρ τοῦ πατρὸς τὸ πιστόν σοι παρέχει. Ἀσκληπιάδης εἶπεν· κατὰ τὸ ἐπιβάλλον μοι μέρος. Τρύφων εἶπεν. οἱ […]ἀλληλέγγυοί εἰσιν. μία γὰρ ἔκκλητος καὶ ἓν πρόστιμόν ἐστιν. Σώπατρος Ἀσκληπιάδῃ εἶπεν· φρόντισον ἐντὸς τῶν πεντεκαίδεκα ἡμερῶν κατελθεῖν καὶ τὸπρόστιμον πᾶν, ἀλληλεγγύη γὰρ ὑμῶν ἐστιν, θεματίσαι, ἵνʼ ἔχῃ ὁ ἀξιολογώτατος Τρύφων τὸ ἀσφαλές. Βαίβιος Ἰουγκῖνος στρατηγοῖς Ἑπτὰ νομῶν καὶ Ἀρσινοΐτου χαίρειν. ἔχω μὲν ὑμῖν καὶ διʼ ἑτέρων μου γραμμάτων προστάξας πεφροντισμένως τὴν τῶν λῃστῶν ἀναζήτησιν ποιήσασθαι, κίνδυνον ὑμῖν ἐπαρτήσας εἰ ἀμελεῖτε, καὶ νῦν δὲ διατάγματι. βεβαιῶσαί μου τὴν γνώμην ἠθέλησα, ἵνα πάντες εἰδῶσιν οἱ κατὰ τὴν Αἴγυπτον οὐκ ἐκ παρέργου τιθέμενον τοῦτο τὸ χρέος, ἀλλὰ καὶ τοῖς συλλημψομένοις ὑμῖν γέρα προτιθέντα, κίνδυνον δὲ τοῖς ἀπειθεῖν προαιρουμένοις ἐπανατεινόμενον. ὅπερ διάταγμα βούλομαι ἔν τε ταῖς μητροπόλεσι καὶ τοῖς ἐπισημοτάτοις τῶν νομῶν τόποις προτεθῆναι, ζημίας ὑμῖν ἐπικειμένης μετὰ κινδύνου εἴ τις κακουργὸς λαθὼν βιάζεσθαι δύναται.[…] ἐρρῶσθαι ὑμᾶς βούλομαι. […]ἔτους[…] Φαῶφι κη. Λούκιος Βαίβιος Αὐρήλιος Ἰουγκῖνος ἔπαρχος Αἰγύπτου λέγει. τὸτοὺς λῃστὰς καθαιρεῖν χωρὶς τῶν ὑποδεχομένων μὴ δύνασθαι πᾶσι φανερόν, ἀλλὰ γυμνοὺς τῶν περικειμένων αὐτοῖς ὄντας ταχέως τιμωρησόμεθα[…]εἰσὶ δὲ ὑποδεχομένων πολλοὶ τρόποι. οἱ μὲν γὰρ κοινωνοῦντες τῶν ἀδικημάτων ὑποδέχονται, οἱ δὲ οὐ μετέχοντες μέν κα[…] [… ? lines lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.