no image
DDbDP-text
Report of Proceedings of the Senate via HGV-meta
Linked by Trismegistos ID
TM 21824.
Each record below describes this same artifact or text from a different angle.
[…]ὀφείλεται καὶ τάλαντα δεκατέσσαρα . ἡ τιμὴ τῶν ρ στιχαρίων τάλαντα ἑκατὸν τεσσαράκοντα[…]
[…] ἀπέχω τὰ διαφέροντα τῷ νομῷ εἰς τὸ μέρος τῆς πόλεως ἓξ ἥμισυ . μηνιαῖοι ἀποδοῦναι ἐκ τῆς ἰδίας ἀπαιτείσθωσαν ἑπτὰ ἥμισυ[…]
[…]χίζεται.
ὁ πρύτανις εἶπεν· τὴν τοῦ ἱεροῦ ἀναβολικοῦ γραφὴν κατεσκέψασθε καὶ ὅρον δεδώκατε καὶ ἐπεστάλη τὰ δόξαντα ὑμῖν τῷ στρατηγῷ, ἀλλὰ οἱ λινέμποροι μὴ[…]
[…]τοὺς τὸ ἔργον τοῦτο μεταχειρισαμένους μηδὲ τὰς γυναῖκας αὐτῶν δύνασθαι κλώθειν τὸ λίνον προεβάλοντο …[…]
[…]α…[…] ὅπως καὶ περὶ τοῦτο ὅρον δῶτε. ὀλίγαι γὰρ κῶμαί εἰσιν αἳ ἐν τῷ νομῷ ὑμῶν τοῦτο τὸ εἶδος ἔχουσιν. οἱ βουλευταὶ εἶπον·[…]
[…]ναι. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· οἱ λινέμποροι[…]
[…]σαι καὶ ἐκ τεσσαράκοντα ἐννέα δηναρίων εἶναι τὸ λίνον τὸ στημονικόν, ἕνδεκα δὲ δηνάρια αὐτοῖς ἐξωδιάσθη ἀπὸ τοῦ ταμιακοῦ λόγου[…]
[…]γενέσθαι. οἱ βουλευταὶ εἶπον· δεκαεννέα δηναρίοις ἀρκείσθωσαν οἱ λινέμποροι μετὰ τὸ ἐξωδιαζόμενον ἀπὸ τοῦ ταμιακοῦ λόγου. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος
ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· εἰ τοῦτο ὑμῖν ἔδοξεν ἐπὶ τοῦ στημονικοῦ, πεῖραν προσενεγκοῦμεν καὶ τοῖς μέλλουσινὑφαίνειν[…]
[…]ταξάτωσάν τινα οἱ λινόϋφοι οἱ μέλλοντες ὑφαίνειν τὴν ὀθόνην τοῦ ἱεροῦ ἀναβολικοῦ[…]
ἀναγνωσθείσης ἀξιώσεως τῶν τῆς πόλεως λινοΰφων περὶ τοῦ μετὰ τὰς πέρυσιν ἐξοδιασθεῖσας αὐτοῖς ὑπὲρ[…]δραχμὰς[…]δοθῆναι ἄλλας δραχμὰς
[…]διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν καὶ τὴν πλεομισθίαν τῶν ὑπουργῶν, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· δοθήτωσαν τοῖς λινοΰφοις ἄλλαι δραχμαὶ
[…]κοντα εἰς συνπλήρωσιν δραχμῶν διακοσίων διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν. τοῦτο ψηφίσασθε[…]
[…]συντετιμημένου τοῦ κρίκου καὶ αὗται προσγενέσθωσαν. οἱ τελοῦντες τὴν τιμὴν τοῦ λίνου[…]
[…] παρατεθήσεται ὑμῖν τῇ ἑξῆς βουλῇ· οἱ βουλευταὶ εἶπον· ἴτω.
[…]ἀναγνωσθέντος ἐπιστάλματος Τερεντίου Ἀρίου στρατηγοῦ περὶ τοῦ αἱρεθῆναι εκα[…]
ἔδοξεν ὑπερτεθῆναι εἰς τὴν ἑξῆς βουλήν.
ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ αἱρέσεως ἄλλων καταπομπῶν ζῴων, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν·
[…] μάλιστα δὲ τῶν καταπομπῶν τῶν καταφερομένων ζῴων τοῖς ἅμα τοῖς καταφερομένοις[…]
[…]υπον συνάξας τινὰς τοὺς παρόντας ἀπὸ τῆς βουλῆς ὠνομάσαμεν ἕνα Σαραπίωνα[…]ἵνα μὴ[…]
[…] γένηται. οἱ βουλευταὶ εἶπον· ἀτίμητε πρύτανι, σώζου ἡμῖν, πρύτανι καλῶς ἄρχεις, καλῶς[…]ὁ πρύτανις εἶπεν·[…]
[…]… ἐν τῷ λογιστηρίῳ ἐστίν. οἱ βουλευταὶ εἶπον· ἐπιεικῶς ὁ πρύτανις.
ὁ πρύτανις εἶπεν· ὁ νόμος κελεύει πρὸ ἑξαμήνου τὸν μελλοπρύτανιν ὀνομάζεσθαι. ὑπομιμνήσκω ὑμᾶς τ[…]
[…]οἱ βουλευταὶ εἶπον· μετὰ σκέψεως ἡ ὀνομασία γείνεται τ[…]ὁ πρύτανις εἶπεν·[…]
[…]υ γὰρ ἐν νόσῳ εἰμὶ καὶ τῆς πλευρᾶς ῥέγχομαι, ὡς ἐπίστασθε, καὶ […]…[…]
οἱ βουλευταὶ εἶπον·[…]δυπε πρύτανι, εὐγενὲς πρύτανι, ἔτι κάμε ὑπὲρ ἡμῶν, κάμε ἄξια τοῦ ἐπάνω χρόνου.[…]
ὁ πρύτανις εἶπεν·[…]… ἐστίν, καὶ οἱ ἥμισυ τούτου τοῦ μέρους ὀφείλοντες […]…εουτιν[…]δεω[…]οἱ βουλευταὶ εἶπον·[…]
[…]ὁ πρύτανις εἶπεν· ἐπειδὴ σήμερον πρόσκλητον βουλὴν[…]
[…]…[…]αι πρόνοιαν ποιήσηται ἅπαν τὸ …[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.