no image
DDbDP-text
Compte rendu d'une réunion du Conseil via HGV-meta
Linked by Trismegistos ID
TM 31023.
Each record below describes this same artifact or text from a different angle.
ξγ
[…] τῶν δὲ βουλευτῶν φωνησάντων· διὰ τῶν δύο γυμνασιαρχῶν γενέσθω· ὁ πρύτανις
[…] Πανίσκῳ τῷ καὶ Μέλανι καὶ Ἰσιδώρῳ τῷ καὶ Ἡρακλείῳ εἶπεν· ἀμφοτέρους ὑμᾶς προτρέπομαι […] Ἰσίδωρος ὁ καὶ Ἡράκλειος εἶπεν· ἀλλὰ Ἡρακλάμμων ἑαυτὸν ὑπέβαλεν καὶ ἀπελεύσεσθαι […]σμοῦ τῷ Μεχεὶρ οὐκ ἦρξεν· Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν·
[…] εἰ θέλετε, δότε μοι διάδοχον τῆς προστασίας τῆς εὐθηνιαρχίας καὶ
ἀπελεύσομαι […] ἡ προστασία καὶ μόνος εἰμί· ὁ πρύτανις εἶπεν· τὰ τῆς ἐπιμελείας τῆς
[…] ὑπαρχθῆναι οὖν καὶ τὸ βέβαιον τῇ πόλει ἐκ τῶν γυμνασιαρχῶν […]· τῶν δὲ βουλευτῶν φωνησάντων Ὠκεανὲ Ἡράκλαμμον, Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν·
τῇ προστασίᾳ τῆς εὐθηνιαρχίας διαδεχέσθω μέ τις καὶ ἀπελεύσομαι ἢ ἄλλον πέμψατε, ἀλλὰ γὰρ
[…] πείσατε αὐτὸν ἢ ἐπιστείλατε ᾧ βούλεσθε· τὰ δὲ ἐμὰ ὡς ἔφην
[…]σας πολλάκις περὶ τούτου· Πανίσκος ὁ καὶ Μέλας εἶπεν· ἀναγκαι
[…] συντιμήσασθαι τὰ κτήνη, παραδίδοτε αὐτὰ νῦν ἐμαυτῷ ἀλλὰ
[…] μέχρις συντιμήσεως ὀφείλετε σὺν τῇ τότε γεναμένῃ·
Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν· εἰ δὲ θέλετε ἑτέραν γενέσθαι οὐκ ἀντιλέγω· οὐ γὰρ δύναμαι
[…] ὁ πρύτανις εἶπεν· ἐμάνην· ὑπόμνησαι τὴν βουλὴν
[…] τῷ πρυτανεύσαντι Ἡρακλαπόλλωνι καὶ ὑπόμνησαι […] οὐ γὰρ ἐμηνάμην· τοῦτο γίνεται· Πανίσκος
ὁ καὶ Μέλας εἶπεν· […] ὁ κίνδυνος ἔσται πρὸς αὐτὸν ἐὰν μὴ συντιμηθῇ τὰ κτήνη […] πάσης σκέψεως ἐπεὶ πιθανὸν ἐπʼ ἐκείνῃ
[…]μενη τότε καταχωρισθήτω Αὐρήλιος
[…]μ[…]εσ[…] ἐὰν μὴ προτερ […]οντο[…]· ὁ πρύτανις
εἶπεν· […]μήσεως διὰ
[…]ον δὲ πάλιν
[…]ι Κάστωρ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.