Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.12.1415 Oxyrhynchos

Report of Proceedings of the Senate via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 31740. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] […]ὁ πρύτανις εἶπεν·[…]ὅτι ἀγοράζουσιν τὰ ἑαυτῶν, καταφερέτωσαν […]ων ἀκούουσιν, ἵνα καὶ περὶ τούτου αὐτῷ παραθώμεθα.[…] ὁ πρύτανις εἶπεν·[…]καὶἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντων ἐπισταλμάτων δύο τοῦ στρατηγοῦ, ἑνὸς μὲν περὶ τοῦ ἀντὶ Ἀκτιασίωνος βουλευτοὺ υἱοῦ[…]καταφέροντος καταπομποὺς οἴνου ἀποδράντος ἕτερον δοθῆναι, τοῦ δὲ ἑτέρου περὶ τοῦ ἀντὶ Θέωνος βουλευτοῦ υἱοῦ […]καταφέροντος ἐξ Ἀραβίας τοὺς καταπομποὺς κριθῆς ἀποδράντος ὁμοίως ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· […]δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται ἡ καταπομπὴ τῆς ἀννώνης τῶν γενναιοτάτων στρατιωτῶν. οἱ βουλευταὶ εἶπον· μὴ προτραπήτωσαν[…]ἵνα μὴ φεύγωσιν. ὁ πρύτανις εἶπεν· παραθησόμεθα καὶ περὶ τούτου τῷ κρατίστῳ ἐπιστρατήγῳ, συνεσπόμενοι δὲ καὶ περὶ[…]καὶ περὶ συνλέκτου οἴνου ἀντὶ Ἀριστίωνος τοῦ ἀπολυθέντος ὑπὸ τοῦ κρατίστου ἐπιστρατηγοῦ διʼ ἄλλου ὑπομνήματος. οἱ βουλευταὶ εἶπον·[…]Ἀριστίων ὅταν ἔλθῃ ὁλοκληρήσει, λειτουργὸς η῏ν ὁλοκληρῶν Ἀριστίων. ὁ πρύτανις εἶπεν· δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται[…]οἱ βουλευταὶ εἶπον·[…]ἐγγύη ἤδη παρὰ τῷ στρατηγῷ ἦν, Ἀκτιασίωνος καὶ Θέωνος ἐγγύαι παρὰ τῷ στρατηγῷ ἦσαν. ὁ πρύτανις εἶπεν· […] ὁ πρύτανις εἶπεν·[…]ε…[…]λ[…]ε…ου καὶ ἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ τοῦ […]καὶ ἐπιστάλματος δημοσίων χρημάτων τραπεζίτου περὶ τοῦ ἀντὶ Πασίωνος[…]…[…]κατο……… καὶ […]ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν οἱ βουλευταὶ εἶπον· ὁ πρύτανις εὐπορώτερον ὀνομαζέσθω. ὁ πρύτανις εἶπεν· δια…[…]αι …[…]ἐπείξατε …[…]…[…]υτ…υμω ε…[…] […]…[…]… τηλικαύτην, καὶ ὑμεῖς οὖν ψηφιεῖσθε τὸ ε…[…]…α…[…]… οἱ βουλευταὶ εἶπον·[…] ὁ πρύτανις εἶπεν·[…]ἀναγνωσθέντων ἐπισταλμάτων Ἰ[…]…ρφεσου περὶ τοῦ ωρ[…]υ[…]…[…] μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν·[…]εἰς λειτουργίαν κατετάγησαν καὶ ἤδη ἔχοντες λειτουργίας. οἱ βουλευταὶ εἶπον· […]…[…]ς ὁ πρύτανις εἶπεν· ἀναπληροῦτε τὸ λειτούργημα, δότε […] ι[…]ι…[…], ὀνομάσασθε ὃν βούλεσθε. οἱ ἀπὸ τῆς φυλῆς εἶπον·[…]Εὐδαίμων ἐξηγητὴς εἶπεν· οὐ δύναται Πτολεμαῖος ἐνμένειν λειτουργίᾳ, τοῦτο ἐπι……[…]ι[…]……ητως […] πᾶσαν ἀναλάβεσθε εἰς ἄλλο τι βαρυτάταις ταῖς ε…[…]αιαις λειτουργείαις καὶ […]Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι. μέτριός εἰμι, παρὰ πατρὶ τρέφομαι,[…] […]ὁ πρύτανιςεἶπεν· ἔτι δεῖται τῆς ἀφʼ ὑμῶν προτροπῆς Πτολεμαῖος, καὶ αὐτὸς γὰρ ἀπὸ τηλικούτου λειτουργήματος ἀποφεύγει[…]Εὐδαίμων ἐξηγητὴς εἶπεν· καὶ Πτολεμαῖος μέτριός ἐστιν καὶ οὐ δύναται τὸ βάρος ὑποφέρειν[…]Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· ὑπὲρ ἐμέ ἐστιν τὸ λειτούργημα. ὁ πρύτανις εἶπεν· εἰ καὶ ἐν ἄλλῃ […] […]Πτολεμαῖος, οὐ δύναται ἀντερεῖν ὑμῖν εἰς τὴν δημοσίαν τραπεζιτείαν. φανερὸν δέ ἐστιν ὅτι οὐκ ἔξεστι[…]ι[…]…ι[…]αρ…ων. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Πτολεμαῖε, ἱκανὰ αὐτῷ […] […]Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι ὑπὸ ἕνα καιρὸν δύο λειτουργήματα ὑποστῆναι. Εὐδαίμων ἐξηγητὴς εἶπεν· Πτολεμαῖος πεῖραν τῆς προαιρέσεως αὑτοῦ πολλάκις δέδωκεν. ὁ πρύτανις εἶπεν·[…] […]προβάλλομαι αὐτὸν ὑμῖν. οἱ βουλευταὶ εἶπον· οὐκ ἀντιλέξει τῇ φυλῇ Πτολεμαῖος[…] […] Εὐδαίμων ἐξηγητὴς εἶπεν· πίστεως ἕνεκεν αὐτὸν εἵλασθε. […] [2] ὁ πρύτανις εἶπεν·[…] κε…[…] [… 7 lines lost …] ὁ πρύτανις εἶπεν·[…] α[…] [… ? lines lost …]

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.