no image
DDbDP-text
ἔτους[…]ὀμνύω βασιλέα[…]
[…]Φιλο[…]τορα […]
καὶ τοὺς τούτων προγόνους καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους
θεοὺς πάντας καὶ πάσας
ὁ δεῖνα τοῦ δεῖνος Μακεδὼν τῶν κατοίκων ἱππέων τῶι δεῖνι[…]τῶν
αὐτῶν κατοίκων ἱππέων ἐμμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρά σου πάντα
τὰ κατὰ τὴν συγγραφήν, ἣν τέθειμαί σοι διὰ τοῦ αὐτοῦ ἀγορανομίου ἅμα τῆι χειρογραφίαι ταύτηι, … καθʼ ἣν παραχωρῶ σοι τὸν ὑπάρχοντά μοι περὶ[…]παράδεισον
[…]…[…] ἥμισυ , ἐν ὧι φοινικ[…]
[…]εγα[…]…, οὗ αἱ γείτνιαι δηλοῦνται διὰ τῆς συγγραφῆς, ἀνθʼ ὧν ηὐχρήστηκας
εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλα βασιλικὰ τοῦ κλήρου ἀκολούθως ταῖς διὰ τοῦ[…]
οἰκονομίαις καὶ μηθὲν παρασυγγραφήσειν μήτε κακοτεχνήσειν μηδὲν τῶν
διὰ τῆς χειρογραφίας ταύτης γεγραμμένων, μηδὲ[…]
[…]σασθαι σοὶ μήτε τοῖς παρὰ σοῦ ἐπὶ μηδενὸς ἄρχοντος μηδʼ ἐπὶ κριτηρίου περὶ
τῶν κατὰ τὸν παράδεισον. ἐὰν δέ τι παραβαίνω τῶν διὰ τῆς χειρογραφίας
ταύτης γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω, αὐτὸς δʼ ἔνοχος
εἴην τῶι ὅρκωι, ὁπηνίκʼ ἂν εὖ συνθῶ.
αμεριμ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.