Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.8.1747

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

m? δ ει Βφ περὶ νο α Α περὶ Τέκμι ἀφ Διονύσιος Πανίσκωι χαίρειν. τοῦ πρὸς Ἡρακλείδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους ιη Ἐπεὶφ θ Ἡρακλείδηι. τοῦ παρʼ Ἀθηναίου τοῦ συγγενοῦς καὶ διοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν μέτρησον συνεπιστέλλοντος Πανίσκου τοῦ βασιλικοῦ γραμματέως τοῖς παρεφεδρεύουσιν ἐν τῶι νομῶι ἱππεῦσι καὶ τοῖς ἄλλοις τοῖς ἐν τῆι πόλει τὰς χρείας παρεχομένοις τὰς καθηκούσας αὐτοῖς τῆς ἀπὸ Φαμενὼθ τοῦ ιη ἕως Μεχεὶρ τοῦ ιθ ἔτους εἰς τὴν τῶν ἵππων τροφὴν τοῦ μηνὸς ἀνηλωτικῷ κριθῆς ἀρτάβας ψπ δωδεκαμήνου τὰς συναγομένας κριθῆς Θτξ, γίνονται κριθῆς ἀρτάβαι Θτξ, καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. Ἀθήναιος Διονυσίωι χαίρειν. τοῦ παρὰ τῶν παρεφεδρευόντων ἐν τῶι νομῶι ἱππέων ἀναφορίου ἀντίγραφον ὑπόκειται. προεθήτω οὖν αὐτοῖς ν. ἔτους ιη Παῦνι κγ παρὰ τῶν ἐν τῶι Ἡρακλεοπολίτηι παρεφεδρευόντων ἱππέων. ἐνετύχομέν σοι ἐπὶ τῶν τόπων ἐπιδημήσαντι περὶ τῆς καθηκούσης ἐκ τοῦ βασιλικοῦ κριθῆς ὑποδεικνύντες ὡς οἱ πρὸς ταῖς πραγματείαις αὐτὴν οὐκ ἐκτιθέναι θέλουσι. σοῦ δʼ ἡμῖν τούτους οὐκ ἐάσειν ἐπαγγειλαμένου οὐδὲ πόνον οὐδὲ κίνδυνον ἐκκλίνοντες, ἐν δὲ τοῖς διατεταγμένοις ἐξ ἑτοίμου λειτουργοῦντες, τοὺς δʼ ἵππους εἰς ἀσθένειαν διὰ τὴν ὑποδεικνυμένην αἰτίαν βλέποντες προς καὶ κμοντας ἐν τοῖς ἐπιτρεπομένοις ἀξιοῦμεν συντάξαι γράψαι τῶι τῶν τόπων στρατηγῶι καὶ οἷς ἄλλοις καθήκει ἐκτιθέναι ἡμῖν τὴν κριθὴν ὡς ἄνωθεν ἐπί τε τῶν προγόνων τοῦ κυρίου βασιλέως καὶ ἐπʼ αὐτοῦ προείθιστο, ἵνʼ ὦμεν πεφιλανθρωπημένοι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.