Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.wilck.331

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐλάβομεν ἔτους δ Μεχεὶρ ι. Ὧρος τοῖς τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι χαίρειν. τῆς παρʼ Εἰρηναίου τοῦ συγγενοῦς ι καὶ διοικητοῦ ἐπιστολῆς περὶ τῶν ἐπισπασθησομένων εἰς τὰς γενηματοφυλακίας ἀντίγραφον ὑπόκειται. τῶν οὖν ἐν τοῖς καθʼ ὑμᾶςἡμᾶς τόποις πίστει καὶ ἀσφαλείαι διαφερόντων καὶ ἐν περιστάσει κειμένων πέμψεθʼ ἡμῖν τὰς κατʼ ἄνδρα γραφάς, παρακει μένων οὗ ἕκαστος ἔχει κλήρου καὶ τῶν ἄλλων τῶν ὑπαρ χόντων, ὅπως τὰ ἄλλατἆλλα οἰκονομηθῆι καθὰ παρεπέσταλται. ἔρρωσθε. ἔτους δ Μεχεὶρ ι. Εἰρηναῖος Ὥρωι χαίρειν. τῆς πρὸς Ἀσκληπιάδην ἐπιστολῆς ἀντίγραφον ὑπόκειται. ἐπιδοὺς οὖν αὐτῶι τὴν γραφὴν τῶν δυναμένων ἐπισπασθῆναι εἰς τὰς γενηματοφυ λακίας τὴν ἐπιβάλλουσαν προσφέρου σπουδὴν ἵνα τὰ ἄλλατἆλλα γένητʼ ἀκολούθως τοῖς ὑποδεδειγμένοις, ὡς τοῦ περὶ τῶν ἐν τούτοις παροραθησομένωνπαροραθησομενου λόγου καὶ πρὸς σὲ συσταθησομένου. ἔτους δ Περιτίου κγ Χοίαχ κγ. Ἀσκληπιάδει. τῆς πρὸς Ἑρμίαν τὸν ἐπὶ τῶν προσόδωνεροσοδων τῆς καμερι ἐπιστολῆς ἀντίγραφον ὑπόκειται. ὡς οὖν καὶ σοὶ τῶν αὐτῶν διαστολῶν δεδομένων φρόντισον ὅπως κυ πρὸς ταῖς οἰκονομίαις καὶ ἀρχι φυλακιτείαιςἀρχιφυλακειτείαις προχειρισθῶσιν ἀξιόλογοι, καὶ τῶν κατὰ τὴν τήρησιν τῶν καρπῶν κατὰ τὸν ὑποδεικνύμενον τρόπον οἰκο νομηθέντων καὶ τῆς εἰς τὸ βασιλικὸν τῶν καθηκόντων εἰσπράξεως πρωιμώτερον γενηθείσης μηθὲν εἰς ὀφείλημα ἐκπέσηι. Ἑρμίαι ἉρνεκτωτουἉρνελτώτου τοῦ ἐν τῶι Ὥρου βασιλικοῦ γραμματέως. ὑποτάξας ἡμῖν ἃ ἐγεγράφην σοι καταχωρίσας καὶ τὰ πρὸς Θεόδοτον τὸν πρὸς τῆι οἰκονομίαι καὶ ἀρχιφυλακιτείαι διʼ ὧν ἐδηλοῦτο ἀναγκαῖον εἶναι μεταπεμφθέντων εἰς κοινὸν συνέδριον τῶν κατὰ κώμην δεκανῶν τῶν φυλακιτῶν ληφθῆναι μετὰ τῆς ἑαυτοῦ γνώμης ἃς ὑπετίθετο χειρο γραφίας ὅρκου βασιλικοῦ περὶ τῆς τῶν ἐπετείων γενημάτων τηρήσεως, θαυμάζειν καὶ λείαν ἐπήρχετο εἰ τὰ πάνδεινα πεπονθὼς ἐπὶ τοῦ συσταθέντος πρὸς σὲ διαλογισμοῦ χάριν τοῦ μὴ προνοηθῆναι ἐν δέοντι καιρῶι μήτε τῆς τῶν χλωρῶν καὶ τῶν ἄλλων ἐπισπόρων ἐγδιοικήσεως μηδὲ τῆς τῶν γενημάτων φυλακίας ἀλλὰ μηδὲ πρὸς ταῖς οἰκονομίαις καὶ ἀρχιφυλακιτείαις ἀνθρώποις ἀξιολόγοις χρῆσθαι πᾶσι δὲ κακοῖς καὶ οὐδενὸς ἀξίοις ἐν τῆι αὐτῆι ταλαιπωρίαι διαμένεις οὐδαμῶς τὰ παρὰ τὸ δέονδείον κεχειρισμένα διωρθωμένος. πλὴν ἴσθι μὲν ἔγκλητοςενκλητος ὑπάρχων ἔτι δὲ καὶ νῦν διαλαβὼν μηδεμιᾶς τεύξεσθαι συνγνώμης ὀλιγωρηθέντος τινὸς ἵνα μὲν πρὸς ταῖς προειρημέναις χρείαις εὔθετοι κατασταθῶσιν προλιντηιαι, ταξάμενος δὲ τὴν ἀδιαλείπτωςἀδιαλίπτως προσφερο μένην σπουδὴν ἐν τοῖς ἀνήκουσιν εἰς τὴν τῆς φορολογίας ἐπαύξησιν καὶ παρὰ τῶν κωμογραμματέων ἐπιλαβὼν τὴν γραφὴν τῶν δυναμένων ἐπισπασθῆναι εἰς τὰς γενη ματοφυλακίας ἀπό τε τῶν στρατευομένων καὶ τῶν ἄλλων τῶν τόπους κατοικούντων καὶ ἐν περιστάσει κειμένων καὶ πίστει καὶ ἀσφαλείαι διαφερόντων καὶ τοὺς ἐπιτηδείους καταστήσας πρὸς ταῖς κατὰ κώμην καὶ παρὰ μὲν τούτων καὶ τῶν ἐν ἑκάστηι φυλακιτῶν λαβὼν χειρογραφίας ὅρκου βασιλικοῦ δισσὰς ἐπὶ τοῦ βελτίστου προστήσεσθαι τῆς φυλακῆς καὶ μηθένα τῶν γεωργούντων τὴν βασιλικὴν καὶ τὴν ἐν ἀφέσει γῆν ἐφάψεσθαι τῶν χλωρῶν καὶ τῶν ἄλλων ἐπισπόρων πλὴν τῶν εἰς τὰς τροφὰς τῶν γεωργικῶν κτηνῶν ἃ καὶ μετὰ τῶν κωμογραμματέων προσχορηγηθήσεται καὶ τῶν ἐγδιοικηθησομένων ὧν αἱ τιμαὶτειμαὶ καὶ τούτων αἱ ἀσφάλειαι δοθεῖσαι κατατεθήσονται ἐπὶ τῶν τραπεζῶν πρὸς τὰ καθήκοντα εἰς τὸ βασιλικὸν ἀκολούθως τοῖς προεγδεδομένοις χρηματισμοῖς φροντίζειν ὅπως καὶ τὰ ἄλλατὰ̓́λλα γένηται κατὰ θερείαν ἐξ ὑγιοῦς, παρακομίζειν δὲ ἐπὶ τοὺς ἀποδεδειγμένους τόπους καὶ μηθὲν τούτων καταπροήσεσθαι ἀλλὰ ἐπὰν καὶ περὶ τὸ περὶ τῆς ἀφέσεως πρόγραμμα ἐκτεθῆι ἐὰν μὴ πάντων ὧν δέον ἐστὶ παραδοθέντων καὶ τῶν ἐφελκομένων πρὸς τοὺς ἔμπροσθεν χρόνους ἐκπληρωθέντων ἐπις, παρά τε ὑμῶν ἢ τῶν πρὸς ταῖς οἰκονομίαις τεταγμένων καὶ τῶν βασιλικῶν γραμματέων ὑπὲρ τοῦ μηθὲν ὀφείλειν τὸν ἐπὶ τὴν αἵρεσιν τῶν ἐπιγενημάτων παραγινόμενον μηδὲ πρὸς ἄλλα ἐγκλήματαἐγκλήηματα ἢ αἰτίας εἶναι κατόχιμα, προνοεῖσθαι δὲ ἵνα πάντες ὅπως τάχιστα ἀποδῶσι τὰ εἰς τὸ βασιλικὸν γινόμενα, παρὰ δὲ τῶν πρὸς ταῖς ἀρχιφυλακιτείαις προνοηθήσεσθαι ὡς κατὰ τὰ αὐτὰταυτὰ ἐπιτελεσθήσεται, μίαν μὲν καταθοῦ ἐπὶ τῆς βασιλικῆς τραπέζης τὴν δʼ ἑτέραν πέμψας ἡμῖν στόχασαι ὅπως καὶ ἐν ταῖς κώμαις ἐκτεθῆι προγράμματα δηλοῦντα μηδένα ἐπαφιέναι κτήνηκτηνηι εἰς τὴν ἐσπαρμένην χόρτωι καὶ τοῖς παραπλήσιοις γενήμασι μηδὲ τῶν λοιπῶν ἐπισπόρων ἐφάπτεσθαι ἄνευ τοῦ δοῦναι τὴν ἀσφάλειαν καθότι πρόκειται, τῶν δὲ παρὰ ταῦτα ποιησόντων τά τε κτήνηκτηνηι ὑπὸ στέρεσιν ἀχθήσεσθαι πρὸς τὰ ἐκφόρια. καὶ μάλιστα ἐπα γρύπνησον ὡς τῆς πάντων εἰσπράξεως πρωιμώτερον συστα θείσης οὐ συμβήσεταί σοι τοῖς ὁμοίοις περιπίπτειν, καθόλου δʼ ἐν θυμηθεὶς ἡλίκην συμβάλλεται ἡ περὶ τὰ ὑποδεικνύμενα προσοχὴπροσοχηι τοῖς πράγμασι ῥοπὴν ἐν τοῖς ἀναγκαίοις ἥγησαι τὸτοὺ μηθὲν ἁπλῶς τῶν χρησίμων παραλειφθῆναι, αἰεὶ δέ τινος ἐπὶ τὸ βέλτιον προσεπινοουμένου ἕκαστα χωρῆσαι κατὰ τὴν ἡμετέραν πρόθεσιν. οὔτε γὰρ βίαν οὔθʼ ἑτέραν ἡνδηποτοῦν πρόφασιν προσδεξόμεθα, ἡ δʼ εἴσπραξις τῶν προεθησομένων παρὰ σοῦ κατὰ κράτος ἔσται. ἧι δʼ ἂν ἡμέραι κομίσηι τὴν ἐπιστολὴν διασάφησον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.